Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

1ποιείτωσαν. ἂν ἔκ τινος χώρας, ἧς Καρχηδόνιοι ‘ἐπάρχουσιν, ὕδωρ ἢ ἐφόδια λάβῃ ὁ Ῥωμαῖος, μετὰ ‘τούτων τῶν ἐφοδίων μὴ ἀδικείτω μηδένα πρὸς "

1οὓς εἰρήνη καὶ φιλία ἐστὶ Καρχηδονίοις. ὡσαύ"

1τως δὲ μηδʼ ὁ Καρχηδόνιος ποιείτω. εἰ δέ, μὴ ‘ἰδίᾳ μεταπορευέσθω· ἐὰν δέ τις τοῦτο ποιήσῃ, "

1δημόσιον γινέσθω τὸ ἀδίκημα. ἐν Σαρδόνι καὶ ‘Λιβύῃ μηδεὶς Ῥωμαίων μήτʼ ἐμπορευέσθω μήτε ‘πόλιν κτιζέτω, εἰ μὴ ἕως τοῦ ἐφόδια λαβεῖν ‘ἢ πλοῖον ἐπισκευάσαι. ἐὰν δὲ χειμὼν κατενέγκῃ, "

1ἐν πένθʼ ἡμέραις ἀποτρεχέτω. ἐν Σικελίᾳ ἧς ‘Καρχηδόνιοι ἐπάρχουσι καὶ ἐν Καρχηδόνι πάντα ‘καὶ ποιείτω καὶ πωλείτω ὅσα καὶ τῷ πολίτῃ ἔξ"

1εστιν. ὡσαύτως δὲ καὶ ὁ Καρχηδόνιος ποιείτω ἐν ‘Ῥώμῃ.’

πάλιν ἐν ταύταις ταῖς συνθήκαις τὰ μὲν κατὰ Λιβύην καὶ Σαρδόνα προσεπιτείνουσιν ἐξιδιαζόμενοι καὶ πάσας ἀφαιρούμενοι τὰς ἐπιβάθρας Ῥωμαίων,

περὶ δὲ Σικελίας τἀναντία προσδιασαφοῦσι, περὶ τῆς ὑπʼ αὐτοὺς ταττομένης.

ὁμοίως δὲ καὶ Ῥωμαῖοι περὶ τῆς Λατίνης· οὐκ οἴονται δεῖν τοὺς Καρχηδονίους ἀδικεῖν Ἀρδεάτας, Ἀντιάτας, Κιρκαιίτας, Ταρρακινίτας. αὗται δʼ εἰσὶν αἱ πόλεις αἱ περιέχουσαι παρὰ θάλατταν τὴν Λατίνην χώραν, ὑπὲρ ἧς ποιοῦνται τὰς συνθήκας.