Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἔτι τοιγαροῦν τελευταίας συνθήκας ποιοῦνται Ῥωμαῖοι κατὰ τὴν Πύρρου διάβασιν πρὸ τοῦ συστήσασθαι τοὺς Καρχηδονίους τὸν περὶ Σικελίας πόλεμον·

ἐν αἷς τὰ μὲν ἄλλα τηροῦσι πάντα κατὰ τὰς ὑπαρχούσας ὁμολογίας, πρόσκειται δὲ τούτοις τὰ ὑπογεγραμμένα.

‘ἐὰν συμμαχίαν ποιῶνται πρὸς ‘Πύρρον ἔγγραπτον, ποιείσθωσαν ἀμφότεροι, ἵνα ‘ἐξῇ βοηθεῖν ἀλλήλοις ἐν τῇ τῶν πολεμουμένων "

1χώρᾳ· ὁπότεροι δʼ ἂν χρείαν ἔχωσι τῆς βοηθείας, ‘τὰ πλοῖα παρεχέτωσαν Καρχηδόνιοι καὶ εἰς τὴν ‘ὁδὸν καὶ εἰς τὴν ἄφοδον, τὰ δὲ ὀψώνια τοῖς αὑ"

1τῶν ἑκάτεροι. Καρχηδόνιοι δὲ καὶ κατὰ θάλατταν ‘Ῥωμαίοις βοηθείτωσαν, ἂν χρεία ᾖ. τὰ δὲ πληρώ‘ματα μηδεὶς ἀναγκαζέτω ἐκβαίνειν ἀκουσίως.’

τὸν δʼ ὅρκον ὀμνύειν ἔδει τοιοῦτον,

ἐπὶ μὲν τῶν πρώτων συνθηκῶν Καρχηδονίους μὲν τοὺς θεοὺς τοὺς πατρῴους, Ῥωμαίους δὲ Δία λίθον κατά τι παλαιὸν ἔθος, ἐπὶ δὲ τούτων τὸν Ἄρην καὶ τὸν Ἐνυάλιον.

ἔστι δὲ τὸ Δία λίθον τοιοῦτον· λαβὼν εἰς τὴν χεῖρα λίθον ὁ ποιούμενος τὰ ὅρκια περὶ τῶν συνθηκῶν, ἐπειδὰν ὀμόσῃ δημοσίᾳ πίστει, λέγει τάδε· "

1εὐορκοῦντι μέν μοι εἴη τἀγαθά· εἰ δʼ ἄλλως διανοηθείην τι ἢ πράξαιμι, πάντων τῶν ἄλλων σῳζομένων ἐν ταῖς ἰδίαις πατρίσιν, ἐν τοῖς ἰδίοις νόμοις, ἐπὶ τῶν ἰδίων βίων, ἱερῶν, τάφων, ἐγὼ μόνος ἐκπέσοιμι οὕτως ὡς ὅδε λίθος νῦν.

’ καὶ ταῦτʼ εἰπὼν ῥίπτει τὸν λίθον ἐκ τῆς χειρός.