Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅταν δὲ τὰς Ἑλληνικὰς πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα γενομένας διεξιόντες ἐπιστῶμεν τοῖς καιροῖς τούτοις, τότʼ ἤδη προθέμενοι ψιλῶς τὸν ὑπὲρ αὐτῆς τῆς Ῥωμαίων πολιτείας ποιησόμεθα λόγον,

νομίζοντες οὐ μόνον πρὸς τὴν τῆς ἱστορίας σύνταξιν οἰκείαν εἶναι τὴν περὶ αὐτῆς ἐξήγησιν. ἀλλὰ καὶ πρὸς τὰς τῶν πολιτευμάτων διορθώσεις καὶ κατασκευὰς μεγάλα συμβάλλεσθαι τοῖς φιλομαθοῦσι καὶ πραγματικοῖς τῶν ἀνδρῶν.

ἐν μὲν τῇ πρὸ ταύτης βύβλῳ τὰς αἰτίας ἐδηλώσαμεν τοῦ δευτέρου συστάντος Ῥωμαίοις καὶ Καρχηδονίοις πολέμου καὶ τὰ περὶ τῆς εἰσβολῆς τῆς εἰς Ἰταλίαν Ἀννίβου διήλθομεν,

πρὸς δὲ τούτοις ἐξηγησάμεθα τοὺς γενομένους αὐτοῖς ἀγῶνας πρὸς ἀλλήλους μέχρι τῆς μάχης τῆς περὶ τὸν Αὔφιδον ποταμὸν καὶ πόλιν Κάνναν γενομένης.

νῦν δὲ τὰς Ἑλληνικὰς διέξιμεν πράξεις τὰς κατὰ τοὺς αὐτοὺς καιροὺς ἐπιτελεσθείσας τοῖς προειρημένοις καὶ ἀπὸ τῆς ἑκατοστῆς καὶ τετταρακοστῆς ὀλυμπιάδος,

πρότερον ἀναμνήσαντες διὰ βραχέων τοὺς ἐντυγχάνοντας τῇ πραγματείᾳ τῆς κατασκευῆς, ἣν ἐν τῇ δευτέρᾳ βύβλῳ περὶ τῶν Ἑλληνικῶν ἐποιησάμεθα, καὶ μάλιστα περὶ τοῦ τῶν Ἀχαιῶν ἔθνους, διὰ τὸ καὶ τοῦτο τὸ πολίτευμα παράδοξον ἐπίδοσιν λαβεῖν εἴς τε τοὺς πρὸ ἡμῶν καὶ καθʼ ἡμᾶς καιρούς.

ἀρξάμενοι γὰρ ἀπὸ Τισαμενοῦ τῶν Ὀρέστου παίδων ἑνός, καὶ φήσαντες αὐτοὺς ἀπὸ μὲν τούτου βασιλευθῆναι κατὰ γένος ἕως εἰς Ὤγυγον, μετὰ δὲ ταῦτα καλλίστῃ προαιρέσει χρησαμένους δημοκρατικῆς πολιτείας τὸ μὲν πρῶτον ὑπὸ τῶν ἐκ Μακεδονίας βασιλέων διασπασθῆναι κατὰ πόλεις καὶ κώμας,

ἑξῆς δὲ τούτοις ἐπεβαλόμεθα λέγειν πῶς αὖθις ἤρξαντο συμφρονεῖν καὶ πότε καὶ τίνες αὐτοῖς πρῶτοι συνέστησαν.

τούτοις δʼ ἑπομένως ἐδηλώσαμεν τίνι τρόπῳ καὶ ποίᾳ προαιρέσει προσαγόμενοι τὰς πόλεις ἐπεβάλοντο Πελοποννησίους πάντας ὑπὸ τὴν αὐτὴν ἄγειν ὀνομασίαν καὶ πολιτείαν.

καθολικῶς δὲ περὶ τῆς προειρημένης ἐπιβολῆς ἀποφηνάμενοι, μετὰ ταῦτα τῶν κατὰ μέρος ἔργων κατὰ τὸ συνεχὲς ἐπιψαύοντες εἰς τὴν Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως ἔκπτωσιν κατηντήσαμεν.

συγκεφαλαιωσάμενοι δὲ τὰς ἐκ τῆς προκατασκευῆς πράξεις ἕως τῆς Ἀντιγόνου καὶ Σελεύκου καὶ Πτολεμαίου τελευτῆς, ἐπειδὴ περὶ τοὺς αὐτοὺς καιροὺς πάντες οὗτοι μετήλλαξαν, λοιπὸν ἐπηγγειλάμεθα τῆς αὑτῶν πραγματείας ἀρχὴν ποιήσασθαι τὰς ἑξῆς τοῖς προειρημένοις πράξεις,