Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

καλλίστην ὑπόστασιν ὑπολαμβάνοντες εἶναι ταύτην διὰ τὸ πρῶτον μὲν τὴν Ἀράτου σύνταξιν ἐπὶ τούτους καταστρέφειν τοὺς καιρούς, οἷς συνάπτοντες τὴν διήγησιν τὸν ἀκόλουθον ὑπὲρ τῶν Ἑλλήνων ἀποδιδόναι προῃρήμεθα λόγον,

δεύτερον δὲ διὰ τὸ καὶ τοὺς χρόνους οὕτως συντρέχειν τοὺς ἑξῆς καὶ τοὺς πίπτοντας ὑπὸ τὴν ἡμετέραν ἱστορίαν ὥστε τοὺς μὲν καθʼ ἡμᾶς εἶναι, τοὺς δὲ κατὰ τοὺς πατέρας ἡμῶν· ἐξ οὗ συμβαίνει τοῖς μὲν αὐτοὺς ἡμᾶς παραγεγονέναι, τὰ δὲ παρὰ τῶν ἑωρακότων ἀκηκοέναι.

τὸ γὰρ ἀνωτέρω προσλαμβάνειν τοῖς χρόνοις, ὡς ἀκοὴν ἐξ ἀκοῆς γράφειν, οὐκ ἐφαίνεθʼ ἡμῖν ἀσφαλεῖς ἔχειν οὔτε τὰς διαλήψεις οὔτε τὰς ἀποφάσεις.

μάλιστα δʼ ἀπὸ τούτων ἠρξάμεθα τῶν καιρῶν διὰ τὸ καὶ τὴν τύχην ὡς ἂν εἰ κεκαινοποιηκέναι πάντα τὰ κατὰ τὴν οἰκουμένην ἐν τοῖς προειρημένοις καιροῖς.

Φίλιππος μὲν γὰρ ὁ Δημητρίου κατὰ φύσιν υἱὸς ἔτι παῖς ὢν ἄρτι παρελάμβανε τὴν Μακεδόνων ἀρχήν·

Ἀχαιὸς δὲ τῆς ἐπὶ τάδε τοῦ Ταύρου δυναστεύων οὐ μόνον προστασίαν εἶχε βασιλικήν, ἀλλὰ καὶ δύναμιν·

ὁ δὲ Μέγας ἐπικληθεὶς Ἀντίοχος μικροῖς ἀνώτερον χρόνοις, τἀδελφοῦ Σελεύκου μετηλλαχότος, ἔτι κομιδῇ νέος ὢν τὴν ἐν Συρίᾳ διεδέδεκτο βασιλείαν.

ἅμα δὲ τούτοις Ἀριαράθης παρέλαβε τὴν Καππαδοκῶν ἀρχήν. ὁ δὲ Φιλοπάτωρ Πτολεμαῖος ἐν τοῖς αὐτοῖς καιροῖς τῶν κατʼ Αἴγυπτον ἐγεγόνει κύριος.

Λυκοῦργος δὲ Λακεδαιμονίων μετʼ οὐ πολὺ κατεστάθη βασιλεύς. ᾕρηντο δὲ Καρχηδόνιοι προσφάτως ἐπὶ τὰς προειρημένας πράξεις στρατηγὸν αὑτῶν Ἀννίβαν.

οὕτως δὲ τοιαύτης περὶ πάσας τὰς δυναστείας καινοποιίας οὔσης, ἔμελλε πραγμάτων ἔσεσθαι καινῶν ἀρχή. τοῦτο γὰρ δὴ πέφυκε καὶ φιλεῖ συμβαίνειν κατὰ φύσιν· ὃ καὶ τότε συνέβη γενέσθαι.

Ῥωμαῖοι μὲν γὰρ καὶ Καρχηδόνιοι τὸν προειρημένον ἐνεστήσαντο πόλεμον, Ἀντίοχος δὲ καὶ Πτολεμαῖος ἅμα τούτοις τὸν ὑπὲρ τῆς Κοίλης Συρίας, Ἀχαιοὶ δὲ καὶ Φίλιππος τὸν πρὸς Αἰτωλοὺς καὶ Λακεδαιμονίους· οὗ τὰς αἰτίας συνέβη γενέσθαι τοιαύτας.