Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι προτεθείσης χειροτονίας τοῖς Ῥοδίοις, ἐνίκων οἷς ἤρεσκε πέμπειν τοὺς πρεσβευτὰς ὑπὲρ τῶν διαλύσεων.

καὶ τὴν μὲν Ῥοδίων ἀντιπολιτείαν τοῦτον τὸν τρόπον [ὡς ἐν τῷ περὶ δημηγορίας τέθειται] διέκρινε τὸ διαβούλιον,

ἐν ᾧ πλεῖον ἐφάνησαν ἰσχύοντες οἱ τὰ τοῦ Περσέως αἱρούμενοι τῶν σῴζειν σπουδαζόντων τὴν πατρίδα καὶ τοὺς νόμους.

οἱ δὲ πρυτάνεις παραχρῆμα πρεσβευτὰς κατέστησαν τοὺς διαλύσοντας τὸν πόλεμον, εἰς μὲν τὴν Ῥώμην Ἁγέπολιν, Διοκλῆ, Κλινόμβροτον, πρὸς δὲ τὸν στρατηγὸν καὶ Περσέα Δάμωνα, Νικόστρατον, Ἁγησίλοχον, Τήλεφον.

τούτῳ δʼ ἑξῆς τὸ συνεχὲς ἐξειργάζοντο καὶ προσετίθεσαν, ποιοῦντες ἀναπολόγητον τὴν ἁμαρτίαν·

εὐθέως γὰρ εἰς τὴν Κρήτην ἔπεμπον πρεσβευτὰς τοὺς ἀνανεωσομένους πρὸς πάντας Κρηταιεῖς τὰ ὑπάρχοντα φιλάνθρωπα καὶ παρακαλέσοντας βλέπειν τοὺς καιροὺς καὶ τὴν περίστασιν καὶ συμφρονεῖν τῷ δήμῳ καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον,

ὁμοίως δὲ καὶ κατʼ ἰδίαν πρὸς τὰς πόλεις ὑπὲρ τῶν αὐτῶν διαλεχθησομένους. —

ὅτι τῶν περὶ τὸν Παρμενίωνα καὶ Μόρκον, τῶν παρὰ τοῦ Γενθίου, καὶ σὺν τούτοις τοῦ Μητροδώρου παραγενομένων εἰς τὴν Ῥόδον, καὶ συναχθείσης τῆς βουλῆς,

παντάπασιν θορυβώδης ἦν ἐκκλησία, τῶν μὲν περὶ τὸν Δείνωνα καὶ Πολυάρατον φανερῶς ἤδη τολμώντων λέγειν τὰ τοῦ Περσέως, τῶν δὲ περὶ Θεαίδητον καταπεπληγμένων τὰ συμβαίνοντα·

καὶ γὰρ ἡ τῶν λέμβων παρουσία καὶ τὸ πλῆθος τῶν ἀπολωλότων ἱππέων καὶ ἡ τοῦ Γενθίου μετάθεσις συνέτριβεν αὐτούς.

διὸ καὶ τὸ πέρας τῆς ἐκκλησίας ἀκόλουθον ἐγενήθη τοῖς προειρημένοις·

ἔδοξε γὰρ τοῖς Ῥοδίοις ἀποκριθῆναι φιλανθρώπως ἀμφοτέροις τοῖς βασιλεῦσι καὶ διασαφεῖν ὅτι δέδοκται διαλύειν αὐτοῖς τὸν πόλεμον καὶ παρακαλεῖν κἀκείνους εὐδιαλύτους ὑπάρχειν.

ἐδέξαντο δὲ καὶ τοὺς πρεσβευτὰς ἐπὶ τὴν κοινὴν ἑστίαν τοὺς παρὰ τοῦ Γενθίου μετὰ πολλῆς φιλανθρωπίας. —