Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

προστίθημι δʼ ἔτι παρʼ ἐμαυτοῦ τοσοῦτον, μὴ καὶ μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν.

τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο τὴν ἄγνοιαν ἀμφοτέρων τῶν βασιλέων, Εὐμένους μέν, κατὰ τίνα λόγον ἤλπισε τηλικαύτης ἀλλοτριότητος ὑπαρχούσης πιστευθήσεσθαι καὶ προσλήψεσθαι τοσοῦτο πλῆθος χρημάτων, μηδεμίαν δυνάμενος ἱκανὴν πίστιν παρασχέσθαι τῷ Περσεῖ τῆς κομιδῆς τούτων, ἐὰν μὴ βεβαιοῖ τὰς ὑποσχέσεις;

πῶς δὲ λαβὼν τοσοῦτο πλῆθος χρημάτων ὑπέλαβε λήσειν Ῥωμαίους;

εἰ γὰρ καὶ κατὰ τὸ παρόν, οὐκ ἂν ἔν γε τῷ μετὰ ταῦτα χρόνῳ διέλαθε.

λοιπὸν ἔδει πάντως ἀντὶ τῶν διδομένων χρημάτων ἀλλάξασθαι τὴν πρὸς Ῥωμαίους διαφοράν, διʼ ἣν ἔμελλε καὶ τῶν ληφθέντων χρημάτων ἅμα καὶ τῆς ἀρχῆς, σχεδὸν δὲ καὶ τοῦ βίου στερήσεσθαι, πολέμιος φανεὶς Ῥωμαίοις.

εἰ γὰρ καὶ νῦν μηδὲν πράξας, ἐπινοήσας δὲ μόνον εἰς τοὺς μεγίστους ἦλθε κινδύνους, τί ποτε παθεῖν αὐτῷ προσῆκεν ἐπὶ τέλος ἀχθείσης τῆς προειρημένης πράξεως;

τοῦ δὲ Περσέως πάλιν τίς οὐκ ἂν θαυμάσειε πῶς ἄλλο τι συμφορώτερον ἢ προυργιαίτερον ἐνόμισε τοῦ δοῦναι τὰ χρήματα καὶ καταπιεῖν ἐᾶσαι τὸν Εὐμένη τὸ δέλεαρ;

εἰ μὲν γὰρ συνήργησέ τι τῶν κατὰ τὰς ἐπαγγελίας καὶ διέλυσε τὸν πόλεμον, εἰς καλὸν ἡ δόσις.

εἰ δὲ ταύτης διεψεύσθη τῆς ἐλπίδος, εἴς γε τὴν πρὸς Ῥωμαίους ἔχθραν ὁμολογουμένως ἂν αὐτὸν ἐμβεβλήκει· τοῦ γὰρ εἰς τὸ μέσον ἐνεγκεῖν ταῦτα κύριος ὑπῆρχεν αὐτός.

πόσου δὲ τοῦτʼ ἄξιον Περσεῖ καὶ κατορθοῦντι τῷ πολέμῳ καὶ πταίοντι, ῥᾴδιον συλλογίσασθαι·

πάντων γὰρ τῶν συμβάντων κακῶν αἴτιον ἐνόμιζεν Εὐμένη γεγονέναι, ὃν οὐκ ἂν ἠδυνήθη κατʼ οὐδένα τρόπον ἀμύνασθαι βέλτιον ἢ πολέμιον ποιήσας Ῥωμαίοις.

τίς οὖν αἰτία τῆς οὕτως ἐκφανοῦς ἀλογιστίας; φιλαργυρία· τί γὰρ ἂν ἄλλο τις εἴπειεν; ὁ μὲν γὰρ χάριν τοῦ λαβεῖν τὰ μὴ καθήκοντα πάντα παρεώρα τἄλλα καὶ πάντʼ ἀνεδέχετο ποιήσειν, ὁ δὲ τοῦ μὴ

δοῦναι πάντα παθεῖν καὶ πᾶν ὑπεριδεῖν ὑπέμενεν.

ἀκολούθως δὲ τούτοις Περσεὺς καὶ τὰ πρὸς Γαλάτας καὶ τὰ πρὸς Γένθιον —