Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοὺς δὲ περὶ Σωσιγένη καὶ Διοπείθη, δικαστὰς [Ῥοδίους] ὑπάρχοντας κατʼ ἐκεῖνον τὸν καιρὸν καὶ διαφερομένους ἔκ τινων ἰδίων πρὸς τὸν Εὐμένη, λαβομένους ἔφη τῆς ἀφορμῆς ταύτης πάσας ἀνατετροφέναι τὰς τιμὰς τοῦ βασιλέως·

καὶ τοῦτο πεποιηκέναι παρὰ τὸ τῶν Ἀχαιῶν δόγμα καὶ παρὰ τὴν δοθεῖσαν αὐτοῖς ἐξουσίαν, καὶ τὸ μέγιστον, παρὰ τὸ δίκαιον καὶ τὸ καλῶς ἔχον.

οὐ γὰρ ὡς ἠδικημένους τι τοὺς Ἀχαιοὺς βουλεύσασθαι τὰς τιμὰς αἴρειν τὰς Εὐμένους, ἀλλὰ μείζους αὐτοῦ ζητοῦντος τῶν εὐεργεσιῶν, τούτῳ προσκόψαντας ψηφίσασθαι τὸ πλεονάζον παρελεῖν.

διόπερ ἔφη δεῖν, καθάπερ οἱ δικασταὶ τὴν ἰδίαν ἔχθραν ἐπίπροσθεν ποιήσαντες τοῦ τῶν Ἀχαιῶν εὐσχήμονος ἀνέτρεψαν πάσας τὰς τιμάς, οὕτω τοὺς Ἀχαιοὺς κυριώτατον ἡγησαμένους τὸ σφίσι καθῆκον καὶ πρέπον διορθώσασθαι τὴν τῶν δικαστῶν ἁμαρτίαν καὶ καθόλου τὴν πρὸς τὸν Εὐμένη γεγενημένην ἀλογίαν,

ἄλλως τε καὶ μέλλοντας μὴ μόνον ἐπʼ αὐτὸν τὸν βασιλέα τὴν χάριν ἀπερείδεσθαι ταύτην, ἔτι δὲ μᾶλλον εἰς τὸν ἀδελφὸν Ἄτταλον.

τοῦ δὲ πλήθους εὐδοκήσαντος τοῖς λεγομένοις, ἐγράφη δόγμα προστάττον τοῖς ἄρχουσι πάσας ἀποκαταστῆσαι τὰς Εὐμένους τοῦ βασιλέως τιμάς, πλὴν εἴ τινες ἀπρεπές τι περιέχουσι τῷ κοινῷ τῶν Ἀχαιῶν ἢ παράνομον.