Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοῦ δʼ Ἀττάλου πέμψαντος πρεσβευτάς, καὶ παραγενομένων τούτων εἰς τὴν πρώτην ἀγορὰν καὶ διαλεγομένων τοῖς Ἀχαιοῖς περὶ τοῦ τὰς τιμὰς ἀποκατασταθῆναι τῷ βασιλεῖ καὶ παρακαλούντων ποιῆσαι τοῦτο διὰ τῆς Ἀττάλου χάριτος,

ὁ μὲν ὄχλος ἄδηλος ἦν ἐπὶ τίνος ὑπάρχει γνώμης, πρὸς δὲ τὴν ἀντιλογίαν ἀνίσταντο πολλοὶ καὶ διὰ πολλὰς αἰτίας.

οἱ μὲν γὰρ ἐξ ἀρχῆς αἴτιοι γενόμενοι τῆς ἀναιρέσεως τῶν τιμῶν βεβαιοῦν ἐβούλοντο τὴν αὑτῶν γνώμην· οἱ δʼ ἐκ τῶν κατʼ ἰδίαν ἐγκλημάτων ὑπέλαβον καιρὸν ἔχειν ἀμύνεσθαι τὸν βασιλέα· τινὲς δὲ διὰ τὸν πρὸς τοὺς συμπράττοντας φθόνον ἐφιλοτιμοῦντο μὴ κρατῆσαι τὸν Ἄτταλον τῆς ἐπιβολῆς. ὁ δʼ Ἄρχων ἀνέστη μὲν βοηθήσων τοῖς πρεσβευταῖς·

ἐκάλει γὰρ τὰ πράγματα τὴν τοῦ στρατηγοῦ γνώμην. βραχέα δʼ εἰπὼν ἀνεχώρησε,

διευλαβηθεὶς μὴ δόξῃ κέρδους τινὸς ἕνεκεν συμβουλεύειν διὰ τὸ πλῆθος ἱκανὸν χρημάτων εἰς τὴν ἀρχὴν δεδαπανηκέναι.

πολλῆς δʼ οὔσης ἀπορίας ὁ Πολύβιος ἀναστὰς ἐποιήσατο μὲν καὶ πλείονας λόγους, μάλιστα δὲ προσέδραμε πρὸς τὴν τῶν πολλῶν γνώμην, ὑποδείξας τὸ γεγονὸς ἐξ ἀρχῆς ψήφισμα τῶν Ἀχαιῶν ὑπὲρ τῶν τιμῶν, ἐν ᾧ γεγραμμένον ἦν ὅτι δεῖ τὰς ἀπρεπεῖς ἀρθῆναι τιμὰς καὶ τὰς παρανόμους, οὐ μὰ Δίʼ ἁπάσας.