Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τοὺς δὲ συναγωνιστὰς καὶ τοὺς παραστάτας τοὺς ἐκείνων ἔτι μένειν κατὰ τὴν Αἰτωλίαν, οὓς δεῖν ἅπαντας τῆς αὐτῆς τυχεῖν ἐκείνοις ἐπιστροφῆς, ἂν μὴ προῶνται τὰ τέκνα Ῥωμαίοις εἰς ὁμηρείαν.

μάλιστα δὲ κατʼ Ἀρχεδάμου καὶ Πανταλέοντος ἐποίει τὰς ἐμφάσεις.

τούτου δὲ παραχωρήσαντος, Πανταλέων ἀναστὰς τὸν μὲν Λυκίσκον διὰ βραχέων ἐλοιδόρησε, φήσας αὐτὸν ἀναισχύντως καὶ ἀνελευθέρως κολακεύειν τοὺς ὑπερέχοντας,

ἐπὶ δὲ τὸν Θόαντα μετέβη, τοῦτον ὑπολαμβάνων εἶναι τὸν ἀξιοπίστως ἐνιέντα τὰς κατʼ αὐτῶν διαβολὰς τῷ δοκεῖν μηδεμίαν ὑπάρχειν αὐτοῖς πρὸς τοῦτον διαφοράν.

καὶ τὰ μὲν ὑπομνήσας τῶν κατʼ Ἀντίοχον καιρῶν, τὰ δʼ ὀνειδίσας εἰς ἀχαριστίαν αὐτῷ, διότι δοθεὶς ἔκδοτος Ῥωμαίοις, πρεσβεύσαντος αὐτοῦ καὶ Νικάνδρου, τύχοι τῆς σωτηρίας ἀνελπίστως,

ταχέως ἐξεκαλέσατο τοὺς ὄχλους εἰς τὸ μὴ μόνον θορυβεῖν τὸν Θόανθʼ, ὅτε βουληθείη τι λέγειν, ἀλλὰ καὶ βάλλειν ὁμοθυμαδόν.