Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

γενομένων δὲ τούτων βραχέα καταμεμψάμενος ὁ Γάιος τοὺς Αἰτωλοὺς ἐπὶ τῷ βάλλειν τὸν Θόανθʼ, οὗτος μὲν εὐθέως μετὰ τοῦ συμπρεσβευτοῦ συναπῆρεν εἰς Ἀκαρνανίαν, ἐκσιωπηθεὶς περὶ τῶν ὁμήρων· τὰ δὲ κατὰ τὴν Αἰτωλίαν ἐν ὑποψίαις ἦν πρὸς ἀλλήλους καὶ ταραχαῖς ὁλοσχερέσιν.

κατὰ δὲ τὴν Ἀκαρνανίαν συναχθείσης τῆς ἐκκλησίας εἰς Θύρρειον, Αἰσχρίων μὲν καὶ Γλαῦκος καὶ Χρέμας ὄντες Ῥωμαίων παρεκάλουν τοὺς περὶ τὸν Γάιον ἔμφρουρον ποιῆσαι τὴν Ἀκαρνανίαν·

εἶναι γὰρ παρʼ αὐτοῖς τοὺς ἀποφέροντας τὰ πράγματα πρὸς Περσέα καὶ Μακεδόνας.

Διογένης δὲ τὴν ἐναντίαν ἐποιήσατο τούτοις συμβουλίαν. οὐ γὰρ ἔφη δεῖν φρουρὰν εἰσάγειν εἰς οὐδεμίαν πόλιν· ταῦτα γὰρ ὑπάρχειν τοῖς πολεμίοις γενομένοις καὶ καταπολεμηθεῖσιν ὑπὸ Ῥωμαίων·

οὐδὲν δὲ πεποιηκότας Ἀκαρνᾶνας οὐκ ἀξίους εἶναι φρουρὰν εἰσδέχεσθαι κατʼ οὐδένα τρόπον.

τοὺς δὲ περὶ Χρέμαν καὶ Γλαῦκον ἰδίαν ἐθέλοντας κατασκευάζεσθαι δυναστείαν διαβάλλειν τοὺς ἀντιπολιτευομένους καὶ θέλειν ἐπισπᾶσθαι φρουρὰν τὴν συνεπισχύουσαν ταῖς αὐτῶν πλεονεξίαις.