Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι τὰς πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν τῶν ἐλπίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις, ἄλλην ἀρχὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι.

διὸ καὶ τῆς δικαιοδοσίας ἑλκομένης παρʼ αὐτοῖς σχεδὸν ἐξ εἴκοσι καὶ πέντʼ ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς πόλεις, φασκόντων τινῶν διότι δεῖ γίνεσθαι διέξοδον καὶ συντέλειαν τῶν πρὸς ἀλλήλους.

πολλῆς δὲ περὶ τούτων ἀμφισβητήσεως ὑπαρχούσης διὰ τὸ πλείους εἶναι τοὺς καχέκτας τῶν εὐπόρων, ἐγίνετό τι συνέργημα τοῖς τὰ βέλτισθʼ αἱρουμένοις ἐκ ταὐτομάτου τοιοῦτον.

ὁ γὰρ Τίτος ἐν τῇ Ῥώμῃ πάλαι μὲν ἐσπούδαζε περὶ τοῦ καταπορευθῆναι τὸν Ζεύξιππον εἰς τὴν Βοιωτίαν, ἅτε κεχρημένος αὐτῷ συνεργῷ πρὸς πολλὰ κατὰ τοὺς Ἀντιοχικοὺς καὶ Φιλιππικοὺς καιρούς.

κατὰ δὲ τοὺς τότε χρόνους ἐξείργαστο γράψαι τὴν σύγκλητον τοῖς Βοιωτοῖς διότι δεῖ κατάγειν Ζεύξιππον καὶ τοὺς ἅμʼ αὐτῷ φυγόντας εἰς τὴν οἰκείαν.

ὧν προσπεσόντων, δείσαντες οἱ Βοιωτοὶ μὴ κατελθόντων τῶν προειρημένων ἀποσπασθῶσιν ἀπὸ τῆς Μακεδόνων εὐνοίας, βουλόμενοι κατακηρυχθῆναι τὰς κρίσεις τὰς κατὰ τῶν περὶ τὸν Ζεύξιππον, ἃς ἦσαν πρότερον αὐτοῖς ἐπιγεγραμμένοι,

καὶ τούτῳ τῷ τρόπῳ τῶν δικῶν μίαν μὲν αὐτῶν κατεδίκασαν ἱεροσυλίας, διότι λεπίσαιεν τὴν τοῦ Διὸς τράπεζαν ἀργυρᾶν οὖσαν, μίαν δὲ θανάτου διὰ τὸν Βραχύλλου φόνον.

ταῦτα δὲ διοικήσαντες οὐκέτι προσεῖχον τοῖς γραφομένοις, ἀλλʼ ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς περὶ Καλλίκριτον, φάσκοντες οὐ δύνασθαι τὰ κατὰ τοὺς νόμους ᾠκονομημένα παρʼ αὑτοῖς ἄκυρα ποιεῖν.

ἐν δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιούς, κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν.