Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὅτι μετὰ τὴν ἐν τῷ Κομπασίῳ τῶν ἀνθρώπων ἐπαναίρεσιν δυσαρεστήσαντές τινες τῶν ἐν τῇ Λακεδαίμονι τοῖς γεγονόσι καὶ νομίσαντες ὑπὸ τοῦ Φιλοποίμενος ἅμα τὴν δύναμιν καὶ τὴν προστασίαν καταλελύσθαι τὴν Λακεδαιμονίων, ἐλθόντες εἰς Ῥώμην κατηγορίαν ἐποιήσαντο τῶν διῳκημένων καὶ τοῦ Φιλοποίμενος.

καὶ τέλος ἐξεπορίσαντο γράμματα πρὸς τοὺς Ἀχαιοὺς παρὰ Μάρκου Λεπέδου τοῦ μετὰ ταῦτα γενηθέντος ἀρχιερέως, τότε δὲ τὴν ὕπατον ἀρχὴν εἰληφότος·

ὃς ἔγραφε τοῖς Ἀχαιοῖς, φάσκων οὐκ ὀρθῶς αὐτοὺς κεχειρικέναι τὰ κατὰ τοὺς Λακεδαιμονίους. ὧν πρεσβευόντων,

εὐθέως ὁ Φιλοποίμην πρεσβευτὰς καταστήσας τοὺς περὶ Νικόδημον τὸν Ἠλεῖον ἐξέπεμψεν εἰς τὴν Ῥώμην.

κατὰ δὲ τὸν καιρὸν τοῦτον ἧκε καὶ παρὰ Πτολεμαίου πρεσβευτὴς Δημήτριος Ἀθηναῖος, ἀνανεωσόμενος τὴν προϋπάρχουσαν συμμαχίαν τῷ βασιλεῖ πρὸς τὸ ἔθνος τῶν Ἀχαιῶν.

ὧν προθύμως ἀναδεξαμένων τὴν ἀνανέωσιν, κατεστάθησαν πρεσβευταὶ πρὸς Πτολεμαῖον Λυκόρτας ὁ παρʼ ἡμῶν πατὴρ καὶ Θεοδωρίδας καὶ Ῥωσιτέλης Σικυώνιοι χάριν τοῦ δοῦναι τοὺς ὅρκους ὑπὲρ τῶν Ἀχαιῶν καὶ λαβεῖν παρὰ τοῦ βασιλέως.

ἐγενήθη δέ τι κατὰ τὸν καιρὸν τοῦτον πάρεργον μὲν ἴσως, ἄξιον δὲ μνήμης. μετὰ γὰρ τὸ συντελεσθῆναι τὴν ἀνανέωσιν τῆς συμμαχίας, ὑπὲρ τῶν Ἀχαιῶν ὑπεδέξατο τὸν πρεσβευτὴν ὁ Φιλοποίμην·

γενομένης δὲ παρὰ τὴν συνουσίαν μνήμης τοῦ βασιλέως, ἐπιβαλὼν ὁ πρεσβευτὴς πολλούς τινας διετίθετο λόγους ἐγκωμιάζων τὸν Πτολεμαῖον καί τινας ἀποδείξεις προεφέρετο τῆς τε περὶ τὰς κυνηγίας εὐχερείας καὶ τόλμης, ἑξῆς τε τῆς περὶ τοὺς ἵππους καὶ τὰ ὅπλα δυνάμεως καὶ τῆς ἐν τούτοις ἀσκήσεως.

τελευταίῳ δʼ ἐχρήσατο μαρτυρίῳ πρὸς πίστιν τῶν εἰρημένων· ἔφη γὰρ αὐτὸν κυνηγετοῦντα ταῦρον βαλεῖν ἀφʼ ἵππου μεσαγκύλῳ. —