Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὁ δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη συγχωρῆσαι, πολὺ γὰρ εἶναι τἀργύριον [φαίνεται], καὶ τὰς νύκτας διαγρυπνῶν διωλοφύρετο πρὸς αὑτόν, εἰ δεήσει πέντε τάλαντα καταβάλλειν.

οἱ δʼ Ἠπειρῶται προορώμενοι τὸ μέλλον καὶ διαγωνιῶντες μὴ γνόντες οἱ Ῥωμαῖοι διότι πρεσβεύοντας πρὸς αὐτοὺς κατεσχήκασι, κἄπειτα γράψαντες παρακαλῶσι καὶ κελεύωσιν ἀπολύειν τοὺς ἄνδρας, συγκαταβάντες τρία τάλαντα πάλιν ἀπῄτουν ἕκαστον.

ἀσμένως δὲ τῶν ἄλλων προσδεξαμένων, οὗτοι μὲν διεγγυηθέντες ἐπανῆλθον, ὁ δʼ Ἀλέξανδρος οὐκ ἂν ἔφη δοῦναι πλεῖον ταλάντου· καὶ γὰρ τοῦτʼ εἶναι πολύ.

καὶ τέλος ἀπογνοὺς αὑτὸν ἔμεινεν ἐν τῇ φυλακῇ, πρεσβύτερος ἄνθρωπος, πλειόνων ἢ διακοσίων ταλάντων ἔχων οὐσίαν· καί μοι δοκεῖ κἂν ἐκλιπεῖν τὸν βίον ἐφʼ ᾧ μὴ δοῦναι τὰ τρία τάλαντα.

τοσαύτη τις ἐνίοις πρὸς τὸ πλεῖον ὁρμὴ παρίσταται καὶ προθυμία.

τότε δʼ ἐκείνῳ καὶ ταὐτόματον συνήργησεν πρὸς τὴν φιλαργυρίαν, ὥστε παρὰ πᾶσιν ἐπαίνου καὶ συγκαταθέσεως τυχεῖν τὴν ἀλογιστίαν αὐτοῦ διὰ τὴν περιπέτειαν·

μετὰ γὰρ ὀλίγας ἡμέρας γραμμάτων παραγενηθέντων ἐκ τῆς Ῥώμης περὶ τῆς ἀφέσεως, αὐτὸς μόνος ἀπελύθη χωρὶς λύτρων.

οἱ δʼ Αἰτωλοί, γνόντες τὴν αὐτοῦ περιπέτειαν, Δαμοτέλη προεχειρίσαντο πάλιν εἰς τὴν Ῥώμην πρεσβευτήν.

ὃς ἐκπλεύσας μέχρι τῆς Λευκάδος καὶ γνοὺς προάγοντα διὰ τῆς Ἠπείρου μετὰ τῶν δυνάμεων Μάρκον ἐπὶ τὴν Ἀμβρακίαν, ἀπογνοὺς τὴν πρεσβείαν αὖθις ἀνεχώρησεν εἰς τὴν Αἰτωλίαν. —

Αἰτωλοὶ ὑπὸ τοῦ τῶν Ῥωμαίων ὑπάτου Μάρκου πολιορκούμενοι τῇ προσβολῇ τῶν μηχανημάτων καὶ τῶν κριῶν γενναίως ἀντιπαρετάξαντο.

οὗτος γὰρ ἀσφαλισάμενος τὰ κατὰ τὰς στρατοπεδείας συνίστατο μεγαλομερῶς τὴν πολιορκίαν καὶ τρία μὲν ἔργα κατὰ τὸ Πύρρειον προσῆγεν διὰ τῶν ἐπιπέδων [τόπων], διεστῶτα μὲν ἀπʼ ἀλλήλων, παράλληλα δέ, τέταρτον δὲ κατὰ τὸ Ἀσκληπιεῖον, πέμπτον δὲ κατὰ τὴν ἀκρόπολιν.

γινομένης δὲ τῆς προσαγωγῆς ἐνεργοῦ κατὰ πάντας ἅμα τοὺς τόπους, ἐκπληκτικὴν συνέβαινε γίνεσθαι τοῖς ἔνδον τὴν τοῦ μέλλοντος προσδοκίαν.

τῶν δὲ κριῶν τυπτόντων ἐνεργῶς τὰ τείχη, καὶ τῶν δορυδρεπάνων ἀποσυρόντων τὰς ἐπάλξεις, ἐπειρῶντο μὲν οἱ κατὰ τὴν πόλιν ἀντιμηχανᾶσθαι πρὸς ταῦτα, τοῖς μὲν κριοῖς διὰ κεραιῶν ἐνιέντες σηκώματα μολιβδᾶ καὶ λίθους καὶ στύπη δρύινα·

τοῖς δὲ δρεπάνοις σιδηρᾶς περιτιθέντες ἀγκύρας καὶ κατασπῶντες ταῦτʼ ἔσω τοῦ τείχους, ὥστʼ ἐπὶ τὴν ἔπαλξιν συντριβέντος τοῦ δόρατος ἐγκρατεῖς γίνεσθαι τῶν δρεπάνων.

τὸ δὲ πλεῖον ἐπεξιόντες ἐμάχοντο γενναίως, ποτὲ μὲν ἐπιτιθέμενοι νύκτωρ τοῖς ἐπικοιτοῦσιν ἐπὶ τῶν ἔργων, ποτὲ δὲ τοῖς ἐφημερεύουσι μεθʼ ἡμέραν προφανῶς ἐγχειροῦντες, καὶ τριβὴν ἐνεποίουν τῇ πολιορκίᾳ. —

τοῦ γὰρ Νικάνδρου ἐκτὸς ἀναστρεφομένου καὶ πέμψαντος πεντακοσίους ἱππεῖς εἰς τὴν πόλιν, οἳ καὶ παραβιασάμενοι τὸν μεταξὺ χάρακα τῶν πολεμίων εἰσέφρησαν εἰς τὴν πόλιν,

παραγγείλας, καθʼ ἣν ἐτάξαντο ἡμέραν, αὐτοὺς μὲν ἐξελθόντας ποιήσασθαι, συνεπιλαβέσθαι δὲ αὐτὸν τούτοις τοῦ κινδύνου.

αὐτῶν μὲν εὐψύχως τῆς πόλεως ἐξορμησάντων καὶ γενναίως ἀγωνισαμένων, τοῦ δὲ Νικάνδρου καθυστερήσαντος, εἴτε καταπλαγέντος τὸν κίνδυνον εἴτε καὶ ἀναγκαῖα νομίσαντος τὰ ἐν οἷς διέτριβε πράγμασιν, ἡττήθησαν τῆς ἐπιβολῆς. —