Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἁθροίσαντος δὲ Νικάνδρου τοῦ στρατηγοῦ πάνδημον στρατιάν, ἐνέβαλον εἰς τὴν Ἀμφιλοχίαν.

τῶν δὲ πλείστων αὐτοῖς ἐθελοντὴν προσχωρησάντων μετῆλθον εἰς τὴν Ἀπεραντίαν. καὶ τούτων δὲ προσθεμένων ἑκουσίως ἐστράτευσαν εἰς τὴν Δολοπίαν.

οὗτοι δὲ βραχὺν μέν τινα χρόνον ὑπέδειξαν ὡς ἀντιποιησόμενοι, τηρήσαντες τὴν πρὸς Φίλιππον πίστιν· λαβόντες δὲ πρὸ ὀφθαλμῶν τὰ περὶ τοὺς Ἀθαμᾶνας καὶ τὴν τοῦ Φιλίππου , ταχέως μετενόησαν καὶ προσέθεντο πρὸς τοὺς Αἰτωλούς.

γενομένης δὲ τῆς τῶν πραγμάτων εὐροίας τοιαύτης, ἀπήγαγε τὴν στρατιὰν ὁ Νίκανδρος εἰς τὴν οἰκείαν, δοκῶν ἠσφαλίσθαι τὰ κατὰ τὴν Αἰτωλίαν τοῖς προειρημένοις ἔθνεσι καὶ τόποις τοῦ μηδένα δύνασθαι κακοποιεῖν τὴν χώραν αὐτῶν.

ἄρτι δὲ τούτων συμβεβηκότων καὶ τῶν Αἰτωλῶν ἐπὶ τοῖς γεγονόσι φρονηματιζομένων, προσέπεσε φήμη περὶ τῆς κατὰ τὴν Ἀσίαν μάχης, ἐν ᾗ γνόντες ἡττημένον ὁλοσχερῶς τὸν Ἀντίοχον αὖθις ἀνετράπησαν ταῖς ψυχαῖς.

ὡς δὲ παραγενηθεὶς ἐκ τῆς Ῥώμης ὁ Δαμοτέλης τόν τε πόλεμον ἀνήγγειλε διότι μένει κατάμονος, καὶ τὴν τοῦ Μάρκου καὶ τῶν δυνάμεων διάβασιν ἐπʼ αὐτούς, τότε δὴ παντελῶς εἰς ἀμηχανίαν ἐνέπιπτον καὶ διηπόρουν πῶς δεῖ χρήσασθαι τοῖς ἐπιφερομένοις πράγμασιν.

ἔδοξεν οὖν αὐτοῖς πρός τε Ῥοδίους πέμπειν καὶ πρὸς Ἀθηναίους, ἀξιοῦντας καὶ παρακαλοῦντας πρεσβεῦσαι περὶ αὐτῶν εἰς τὴν Ῥώμην καὶ παραιτησαμένους τὴν ὀργὴν τῶν Ῥωμαίων ποιήσασθαί τινα λύσιν τῶν περιεστώτων κακῶν τὴν Αἰτωλίαν.

ὁμοίως δὲ καὶ παρʼ αὑτῶν ἐξέπεμψαν πάλιν πρεσβευτὰς εἰς τὴν Ῥώμην, Ἀλέξανδρον τὸν Ἴσιον ἐπικαλούμενον καὶ Φαινέαν, σὺν δὲ τούτοις Χάλεπον. ἔτι δʼ Ἄλυπον τὸν Ἀμβρακιώτην καὶ Λύκωπον. —

ὅτι παραγενομένων πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων ἐξ ἠπείρου πρεσβευτῶν, ἐκοινολογεῖτο τούτοις περὶ τῆς ἐπὶ τοὺς Αἰτωλοὺς στρατείας.

τῶν δὲ πρεσβευτῶν στρατεύειν ἐπὶ τὴν Ἀμβρακίαν συμβουλευόντων — συνέβαινε γὰρ τότε πολιτεύεσθαι τοὺς Ἀμβρακιώτας μετὰ τῶν Αἰτωλῶν —

καὶ φερόντων ἀπολογισμοὺς διότι καὶ πρὸς τὸ μάχεσθαι τοῖς στρατοπέδοις, ἐὰν εἰς τοῦτο βούλωνται συγκαταβαίνειν Αἰτωλοί, καλλίστους εἶναι τόπους συμβαίνει περὶ τὴν προειρημένην πόλιν,

κἂν ἀποδειλιῶσιν, εὐφυῶς αὐτὴν κεῖσθαι πρὸς πολιορκίαν· καὶ γὰρ ἀφθόνους ἔχειν τὴν χώραν τὰς χορηγίας πρὸς τὰς τῶν ἔργων παρασκευάς, καὶ τὸν Ἄρατθον ποταμὸν ῥέοντα παρὰ τὴν πόλιν συνεργήσειν πρός τε τὰς τοῦ στρατοπέδου χρείας, ἅτε θέρους ὄντος καὶ πρὸς τὴν τῶν ἔργων ἀσφάλειαν· δοξάντων δὲ τῶν πρεσβευτῶν καλῶς συμβουλεύειν,

ἀναζεύξας ὁ στρατηγὸς ἦγε διὰ τῆς Ἠπείρου τὸν στρατὸν ἐπὶ τὴν Ἀμβρακίαν.

ἀφικόμενος δέ, καὶ τῶν Αἰτωλῶν οὐ τολμώντων ἀπαντᾶν, περιῄει κατοπτεύων τὴν πόλιν καὶ ἐνήργει τὰ τῆς πολιορκίας φιλοτίμως.

καὶ οἱ μὲν ὑπὸ τῶν Αἰτωλῶν εἰς τὴν Ῥώμην ἀποσταλέντες πρέσβεις, παρατηρηθέντες ὑπὸ Σιβύρτου τοῦ Πετραίου περὶ τὴν Κεφαλληνίαν, κατήχθησαν εἰς Χάραδρον.

τοῖς δʼ Ἠπειρώταις ἔδοξεν τὰς μὲν ἀρχὰς εἰς Βούχετον ἀποθέσθαι καὶ φυλάττειν ἐπιμελῶς τοὺς ἄνδρας· μετὰ δέ τινας ἡμέρας ἀπῄτουν αὐτοὺς λύτρα διὰ τὸ πόλεμον ὑπάρχειν σφίσιν πρὸς τοὺς Αἰτωλούς.

συνέβαινε δὲ τὸν μὲν Ἀλέξανδρον πλουσιώτατον εἶναι πάντων τῶν Ἑλλήνων, τοὺς δὲ λοιποὺς οὐ καθυστερεῖν τοῖς βίοις, πολὺ δὲ λείπεσθαι τοῦ προειρημένου ταῖς οὐσίαις.

καὶ τὸ μὲν πρῶτον ἐκέλευον ἕκαστον ἀποδοῦναι πέντε τάλαντα. τοῦτο δὲ τοῖς μὲν ἄλλοις οὐδʼ ὅλως ἀπήρεσκεν, ἀλλʼ ἐβούλοντο, περὶ πλείστου ποιούμενοι τὴν σφῶν αὐτῶν σωτηρίαν·