Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ὧν ἕνεκα δίκαιον ἔφασαν εἶναι τυχεῖν αὐτοὺς τῆς ἐλευθερίας ὑπὸ Ῥωμαίων διὰ τῆς Ῥοδίων χάριτος.

ἡ δὲ σύγκλητος διακούσασα περὶ τούτων εἰσεκαλέσατο τοὺς παρʼ Ἀντιόχου πρεσβευτάς, καὶ τὸ μὲν πρῶτον ἐπέταττε πάσης Κιλικίας ἐκχωρεῖν τὸν Ἀντίοχον· οὐ προσδεχομένων δὲ τῶν περὶ τὸν Ἀντίπατρον διὰ τὸ παρὰ τὰς συνθήκας εἶναι, πάλιν ὑπὲρ αὐτῶν Σόλων ἐποιοῦντο τὸν λόγον.

φιλοτίμως δὲ πρὸς τοῦτο διερειδομένων τῶν πρεσβευτῶν, τούτους μὲν ἀπέλυσαν, τοὺς δὲ Ῥοδίους εἰσκαλεσάμενοι διεσάφουν τὰ συναντώμενα παρὰ τῶν περὶ τὸν Ἀντίπατρον καὶ προσεπέλεγον ὅτι πᾶν ὑπομενοῦσιν, εἰ πάντως τοῦτο κέκριται Ῥοδίοις.

τῶν δὲ πρεσβευτῶν εὐδοκουμένων τῇ φιλοτιμίᾳ τῆς συγκλήτου καὶ φασκόντων οὐδὲν ἔτι πέρα ζητεῖν, ταῦτα μὲν ἐπὶ τῶν ὑποκειμένων ἔμεινεν.

ἤδη δὲ πρὸς ἀναζυγὴν τῶν δέκα καὶ τῶν ἄλλων πρεσβευτῶν ὄντων, κατέπλευσαν τῆς Ἰταλίας εἰς Βρεντέσιον οἵ τε περὶ τὸν Σκιπίωνα καὶ Λεύκιον οἱ τῇ ναυμαχίᾳ νικήσαντες τὸν Ἀντίοχον·

οἳ καὶ μετά τινας ἡμέρας εἰσελθόντες εἰς τὴν Ῥώμην ἦγον θριάμβους.

ὅτι Ἀμύνανδρος ὁ τῶν Ἀθαμάνων βασιλεύς, δοκῶν ἤδη τὴν ἀρχὴν ἀνειληφέναι βεβαίως, εἰς Ῥώμην ἐξέπεμπε πρεσβευτὰς καὶ πρὸς τοὺς Σκιπίωνας εἰς τὴν Ἀσίαν — ἔτι γὰρ ἦσαν περὶ τοὺς κατὰ τὴν Ἔφεσον τόπους —

τὰ μὲν ἀπολογούμενος τῷ δοκεῖν διʼ Αἰτωλῶν πεποιῆσθαι τὴν κάθοδον, τὰ δὲ κατηγορῶν τοῦ Φιλίππου, τὸ δὲ πολὺ παρακαλῶν προσδέξασθαι πάλιν αὐτὸν εἰς τὴν συμμαχίαν.

οἱ δʼ Αἰτωλοὶ νομίσαντες ἔχειν εὐφυῆ καιρὸν πρὸς τὸ τὴν Ἀμφιλοχίαν καὶ τὴν Ἀπεραντίαν ἀνακτήσασθαι, προέθεντο στρατεύειν εἰς τοὺς προειρημένους τόπους.

ἁθροίσαντος δὲ Νικάνδρου τοῦ στρατηγοῦ πάνδημον στρατιάν, ἐνέβαλον εἰς τὴν Ἀμφιλοχίαν.

τῶν δὲ πλείστων αὐτοῖς ἐθελοντὴν προσχωρησάντων μετῆλθον εἰς τὴν Ἀπεραντίαν. καὶ τούτων δὲ προσθεμένων ἑκουσίως ἐστράτευσαν εἰς τὴν Δολοπίαν.

οὗτοι δὲ βραχὺν μέν τινα χρόνον ὑπέδειξαν ὡς ἀντιποιησόμενοι, τηρήσαντες τὴν πρὸς Φίλιππον πίστιν· λαβόντες δὲ πρὸ ὀφθαλμῶν τὰ περὶ τοὺς Ἀθαμᾶνας καὶ τὴν τοῦ Φιλίππου , ταχέως μετενόησαν καὶ προσέθεντο πρὸς τοὺς Αἰτωλούς.

γενομένης δὲ τῆς τῶν πραγμάτων εὐροίας τοιαύτης, ἀπήγαγε τὴν στρατιὰν ὁ Νίκανδρος εἰς τὴν οἰκείαν, δοκῶν ἠσφαλίσθαι τὰ κατὰ τὴν Αἰτωλίαν τοῖς προειρημένοις ἔθνεσι καὶ τόποις τοῦ μηδένα δύνασθαι κακοποιεῖν τὴν χώραν αὐτῶν.

ἄρτι δὲ τούτων συμβεβηκότων καὶ τῶν Αἰτωλῶν ἐπὶ τοῖς γεγονόσι φρονηματιζομένων, προσέπεσε φήμη περὶ τῆς κατὰ τὴν Ἀσίαν μάχης, ἐν ᾗ γνόντες ἡττημένον ὁλοσχερῶς τὸν Ἀντίοχον αὖθις ἀνετράπησαν ταῖς ψυχαῖς.