Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

ἡμεῖς μὲν οὖν, ὦ ἄνδρες, καὶ τῆς προαιρέσεως γεγονότες αἱρετισταὶ καὶ τῶν μεγίστων ἀγώνων καὶ κινδύνων ἀληθινῶς ὑμῖν μετεσχηκότες, καὶ νῦν οὐκ ἐγκαταλείπομεν τὴν τῶν φίλων τάξιν,

ἀλλʼ ἅ γε νομίζομεν ὑμῖν καὶ πρέπειν καὶ συμφέρειν, οὐκ ὠκνήσαμεν ὑπομνῆσαι μετὰ παρρησίας, οὐδενὸς στοχασάμενοι τῶν ἄλλων οὐδὲ περὶ πλείονος οὐδὲν ποιησάμενοι τοῦ καθήκοντος αὑτοῖς."

οἱ μὲν οὖν Ῥόδιοι ταῦτʼ εἰπόντες πᾶσιν ἐδόκουν μετρίως καὶ καλῶς διειλέχθαι περὶ τῶν προκειμένων.

ἐπὶ δὲ τούτοις εἰσήγαγον τοὺς παρʼ Ἀντιόχου πρεσβευτὰς Ἀντίπατρον καὶ Ζεῦξιν.

ὧν μετʼ ἀξιώσεως καὶ παρακλήσεως ποιησαμένων τοὺς λόγους, εὐδόκησαν ταῖς γεγενημέναις ὁμολογίαις πρὸς τοὺς περὶ τὸν Σκιπίωνα κατὰ τὴν Ἀσίαν,

καὶ μετά τινας ἡμέρας τοῦ δήμου συνεπικυρώσαντος ἔτεμον ὅρκια περὶ τούτων πρὸς τοὺς περὶ τὸν Ἀντίπατρον.

μετὰ δὲ ταῦτα καὶ τοὺς ἄλλους εἰσῆγον, ὅσοι παρῆσαν ἀπὸ τῆς Ἀσίας πρεσβεύοντες· ὧν ἐπὶ βραχὺ μὲν διήκουσαν, ἅπασιν δὲ τὴν αὐτὴν ἔδωκαν ἀπόκρισιν.

αὕτη δʼ ἦν ὅτι δέκα πρεσβεύοντας ἐξαποστελοῦσι τοὺς ὑπὲρ ἁπάντων τῶν ἀμφισβητουμένων ταῖς πόλεσι διαγνωσομένους.

δόντες δὲ ταύτας τὰς ἀποκρίσεις μετὰ ταῦτα κατέστησαν δέκα πρεσβευτάς, οἷς περὶ μὲν τῶν κατὰ μέρος ἔδωκαν τὴν ἐπιτροπήν,

περὶ δὲ τῶν ὅλων αὐτοὶ διέλαβον ὅτι δεῖ τῶν ἐπὶ τάδε τοῦ Ταύρου κατοικούντων, ὅσοι μὲν ὑπʼ Ἀντίοχον ἐτάττοντο, τούτους Εὐμένει δοθῆναι πλὴν Λυκίαν καὶ Καρίας τὰ μέχρι τοῦ Μαιάνδρου ποταμοῦ, ταῦτα δὲ Ῥοδίων ὑπάρχειν,

τῶν δὲ πόλεων τῶν Ἑλληνίδων ὅσαι μὲν Ἀττάλῳ φόρον ὑπετέλουν, ταύτας τὸν αὐτὸν Εὐμένει τελεῖν, ὅσαι δʼ Ἀντιόχῳ, μόνον ταύταις ἀφεῖσθαι τὸν φόρον.

δόντες δὲ τοὺς τύπους τούτους ὑπὲρ τῆς ὅλης διοικήσεως, ἐξέπεμπον τοὺς δέκα πρὸς Γνάιον τὸν ὕπατον εἰς τὴν Ἀσίαν.

ἤδη δὲ τούτων διῳκημένων, προσῆλθον αὖθις οἱ Ῥόδιοι πρὸς τὴν σύγκλητον, ἀξιοῦντες περὶ Σόλων τῶν Κιλικίων· διὰ γὰρ τὴν συγγένειαν ἔφασαν καθήκειν αὑτοῖς προνοεῖσθαι τῆς πόλεως ταύτης.

εἶναι γὰρ Ἀργείων ἀποίκους Σολεῖς, καθάπερ καὶ Ῥοδίους· ἐξ ὧν ἀδελφικὴν οὖσαν ἀπεδείκνυον τὴν συγγένειαν πρὸς ἀλλήλους.