Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

κοινολογηθεὶς οὖν διʼ ἀπορρήτων περὶ τῆς ὅλης ἐπιβολῆς Νικοφάνει καὶ Κερκιδᾷ τοῖς Μεγαλοπολίταις, οἵτινες ἦσαν αὐτοῦ πατρικοὶ ξένοι καὶ πρὸς τὴν ἐπιβολὴν εὐφυεῖς,

ῥᾳδίως διὰ τούτων ὁρμὴν παρέστησε τοῖς Μεγαλοπολίταις εἰς τὸ πρεσβεύειν πρὸς τοὺς Ἀχαιοὺς καὶ παρακαλεῖν πέμπειν πρὸς τὸν Ἀντίγονον ὑπὲρ βοηθείας.

οἱ μὲν οὖν Μεγαλοπολῖται κατέστησαν αὐτοὺς τοὺς περὶ τὸν Νικοφάνη καὶ τὸν Κερκιδᾶν πρεσβευτὰς πρός τε τοὺς Ἀχαιοὺς κἀκεῖθεν εὐθέως πρὸς τὸν Ἀντίγονον, ἂν αὐτοῖς συγκατάθηται τὸ ἔθνος.

οἱ δʼ Ἀχαιοὶ συνεχώρησαν πρεσβεύειν τοῖς Μεγαλοπολίταις.

σπουδῇ δὲ συμμίξαντες οἱ περὶ τὸν Νικοφάνη τῷ βασιλεῖ διελέγοντο περὶ μὲν τῆς ἑαυτῶν πατρίδος αὐτὰ τἀναγκαῖα διὰ βραχέων καὶ κεφαλαιωδῶς, τὰ δὲ πολλὰ περὶ τῶν ὅλων κατὰ τὰς ἐντολὰς τὰς Ἀράτου

καὶ τὰς ὑποθέσεις. αὗται δʼ ἦσαν ὑποδεικνύναι τὴν Αἰτωλῶν καὶ Κλεομένους κοινοπραγίαν τί δύναται καὶ ποῖ τείνει, καὶ δηλοῦν ὅτι πρώτοις μὲν αὐτοῖς Ἀχαιοῖς εὐλαβητέον, ἑξῆς δὲ καὶ μᾶλλον Ἀντιγόνῳ.

τοῦτο μὲν γάρ, ὡς Ἀχαιοὶ τὸν ἐξ ἀμφοῖν πόλεμον οὐκ ἂν ὑπενέγκαιεν, εὐθεώρητον εἶναι πᾶσι, τοῦτο δʼ, ὡς Αἰτωλοὶ καὶ Κλεομένης κρατήσαντες τούτων οὐκ εὐδοκήσουσιν οὐδὲ μὴ μείνωσιν ἐπὶ τῶν ὑποκειμένων, ἔτι τοῦ πρόσθεν ῥᾷον εἶναι τῷ νοῦν ἔχοντι συνιδεῖν.