Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τούς τε πολλοὺς τῶν Ἀχαιῶν διατρέψειν, καταφεύγων ἐπὶ τοὺς ἐχθροὺς καὶ δοκῶν ὁλοσχερῶς ἀπεγνωκέναι τὰς ἐν αὐτοῖς ἐλπίδας· ὅπερ ἥκιστα φαίνεσθαι πράττων ἐβούλετο.

διόπερ ἔχων τοιαύτην πρόθεσιν ἀδήλως αὐτὰ διενοεῖτο χειρίζειν.

ἐξ οὗ πολλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάζετο καὶ λέγειν καὶ ποιεῖν πρὸς τοὺς ἐκτός, διʼ ὧν ἤμελλε τὴν ἐναντίαν ἔμφασιν ὑποδεικνύων ταύτην ἐπικρύψεσθαι τὴν οἰκονομίαν.

ὧν χάριν ἔνια τούτων οὐδʼ ἐν τοῖς ὑπομνήμασι κατέταξεν.

εἰδὼς δὲ τοὺς Μεγαλοπολίτας κακοπαθοῦντας μὲν τῷ πολέμῳ διὰ τὸ παρακειμένους τῇ Λακεδαίμονι προπολεμεῖν τῶν ἄλλων, οὐ τυγχάνοντας δὲ τῆς καθηκούσης ἐπικουρίας ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ κἀκείνους δυσχρηστεῖσθαι θλιβομένους ὑπὸ τῆς περιστάσεως,

σαφῶς δὲ γινώσκων οἰκείως διακειμένους αὐτοὺς πρὸς τὴν Μακεδόνων οἰκίαν ἐκ τῶν κατὰ τὸν Ἀμύντου Φίλιππον εὐεργεσιῶν,

διειλήφει διότι ταχέως ἂν ὑπὸ τοῦ Κλεομένους πιεζόμενοι καταφύγοιεν ἐπὶ τὸν Ἀντίγονον καὶ τὰς Μακεδόνων ἐλπίδας·