Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

τῶν γὰρ Ἀγαθοκλέους ὑπηρετῶν καὶ κολάκων τις ὄνομα Φίλων ἐξῆλθε κραιπαλῶν εἰς τὸ στάδιον.

οὗτος θεωρῶν τὴν ὁρμὴν τῶν ὄχλων εἶπε πρὸς τοὺς παρεστῶτας ὅτι πάλιν αὐτοῖς, καθάπερ καὶ πρῴην, ἐὰν Ἀγαθοκλῆς ἐξέλθῃ, μεταμελήσει.

τῶν δʼ ἀκουσάντων οἱ μὲν ἀπελοιδόρουν αὐτόν, οἱ δὲ προώθουν. ἐπιβαλομένου δʼ ἀμύνεσθαι ταχέως οἱ μὲν τὴν χλαμύδα περιέρρηξαν, οἱ δὲ τὰς λόγχας προσερείσαντες ἐξεκέντησαν.

ἅμα δὲ τῷ τοῦτον εἰς τὸ μέσον ἑλκυσθῆναι μεθʼ ὕβρεως ἔτι σπαίροντα, καὶ γεύσασθαι τὰ πλήθη φόνου, πάντες ἐκαραδόκουν τὴν τῶν ἄλλων παρουσίαν.

μετʼ οὐ πολὺ δὲ παρῆν ἀγόμενος πρῶτος Ἀγαθοκλῆς δέσμιος· ὃν εὐθέως εἰσιόντα προσδραμόντες τινὲς ἄφνω συνεκέντησαν, ἔργον ποιοῦντες οὐκ ἐχθρῶν, ἀλλʼ εὐνοούντων· αἴτιοι γὰρ ἐγένοντο τοῦ μὴ τυχεῖν αὐτὸν τῆς ἁρμοζούσης καταστροφῆς· μετὰ δὲ τοῦτον ἤχθη Νίκων,

εἶτʼ Ἀγαθόκλεια γυμνὴ σὺν ταῖς ἀδελφαῖς, ἑξῆς δὲ τούτοις πάντες οἱ συγγενεῖς.