Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

θεωρῶν τήν τε τοῦ πλήθους ὁρμὴν ἀμετάθετον οὖσαν καὶ τὸ παιδίον δυσχρηστούμενον διά τε τὴν τῶν παρεστώτων ἀσυνήθειαν καὶ διὰ τὴν περὶ τὸν ὄχλον ταραχήν, ἐπύθετο τοῦ βασιλέως εἰ παραδώσει τοῖς πολλοῖς τοὺς εἰς αὐτὸν ἢ τὴν μητέρα τι πεπλημμεληκότας.

τοῦ δὲ κατανεύσαντος, τῶν μὲν σωματοφυλάκων τισὶν εἶπε δηλῶσαι τὴν τοῦ βασιλέως γνώμην, τὸ δὲ παιδίον ἀναστήσας ἀπῆγε πρὸς τὴν θεραπείαν εἰς τὴν ἰδίαν οἰκίαν, σύνεγγυς οὖσαν.

τῶν δὲ διασαφούντων τὰ παρὰ τοῦ βασιλέως, κατερρήγνυτο πᾶς ὁ τόπος ὑπὸ τοῦ κρότου καὶ τῆς κραυγῆς.

οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν ἐν τούτῳ τῷ καιρῷ διεχωρίσθησαν ἀλλήλων εἰς τὰς ἰδίας καταλύσεις. ταχὺ δὲ τῶν στρατιωτῶν τινες,

οἱ μὲν ἐθελοντήν, οἱ δʼ ὑπὸ τοῦ πλήθους ἐξωθούμενοι, παρώρμησαν ἐπὶ τὸ ζητεῖν τοὺς προειρημένους.

τοῦ δὲ ποιεῖν αἷμα καὶ φόνους ἐγένετό τις ἐκ ταὐτομάτου καταρχὴ τοιαύτη.