Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οἱ δὲ περὶ τὸν Μάθω καὶ τὸν Σπένδιον ὑπολαμβάνοντες τάχιστʼ ἂν οὕτως ἐκκαυθῆναι τὸν πόλεμον, εἰ παράνομόν τι πράξειαν καὶ παράσπονδον, συνήργουν ταῖς τῶν ὄχλων ἀπονοίαις καὶ τὴν μὲν ἀποσκευὴν τῶν Καρχηδονίων ἅμα τοῖς χρήμασι διήρπαζον, τὸν δὲ Γέσκωνα καὶ τοὺς σὺν αὐτῷ δήσαντες ὑβριστικῶς εἰς φυλακὴν παρεδίδοσαν.

καὶ τὸ λοιπὸν ἐπολέμουν ἤδη φανερῶς πρὸς τοὺς Καρχηδονίους, συνωμοσίας ἀσεβεῖς καὶ παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη ποιησάμενοι.

ὁ μὲν οὖν πρὸς τοὺς ξένους καὶ Λιβυκὸς ἐπικληθεὶς πόλεμος διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν.

οἱ δὲ περὶ τὸν Μάθω συντελεσάμενοι τὰ προειρημένα παραυτίκα μὲν ἐξαπέστελλον πρέσβεις ἐπὶ τὰς κατὰ τὴν Λιβύην πόλεις, παρακαλοῦντες ἐπὶ τὴν ἐλευθερίαν καὶ δεόμενοι σφίσι βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τῶν πραγμάτων.

μετὰ δὲ ταῦτα πάντων σχεδὸν τῶν κατὰ τὴν Λιβύην ἑτοίμως συνυπακουσάντων αὐτοῖς πρὸς τὴν ἀπὸ τῶν Καρχηδονίων ἀπόστασιν καὶ τάς τε χορηγίας καὶ τὰς βοηθείας προθύμως ἐξαποστελλόντων, διελόντες σφᾶς πολιορκεῖν ἐνεχείρησαν οἱ μὲν τὴν Ἰτύκην, οἱ δὲ τοὺς Ἱππακρίτας, διὰ τὸ ταύτας τὰς πόλεις μὴ βού

λεσθαι μετασχεῖν αὐτοῖς τῆς ἀποστάσεως. Καρχηδόνιοι δὲ τοὺς μὲν κατʼ ἰδίαν βίους ἀεὶ διεξαγαγόντες ἀπὸ τῶν ἐκ τῆς χώρας γεννημάτων, τὰς δὲ κοινὰς παρασκευὰς καὶ χορηγίας ἁθροίζοντες ἐκ τῶν κατὰ τὴν Λιβύην προσόδων, ἔτι δὲ πολεμεῖν εἰθισμένοι ξενικαῖς δυνάμεσι,

τότε πάντων ἅμα τούτων οὐ μόνον ἐστερημένοι παραλόγως, ἀλλὰ καὶ καθʼ αὑτῶν ὁρῶντες ἕκαστα τῶν προειρημένων ἐπιστρέφοντα, τελέως ἐν μεγάλῃ δυσθυμίᾳ καὶ δυσελπιστίᾳ καθέστασαν, ἅτε παρὰ τὴν προσδοκίαν αὐτοῖς τῶν πραγμάτων ἀποβεβηκότων.

τετρυμένοι γὰρ ἐν τῷ περὶ Σικελίας πολέμῳ συνεχῶς ἤλπιζον ἐπιτελεσθεισῶν τῶν διαλύσεων ἀναπνοῆς τινος τεύξεσθαι καὶ καταστάσεως εὐδοκουμένης.

συνέβαινε δʼ αὐτοῖς τἀναντία· μείζονος γὰρ ἐνίστατο πολέμου καταρχὴ καὶ φοβερωτέρου.

πρόσθεν μὲν γὰρ ὑπὲρ Σικελίας ἠμφισβήτουν Ῥωμαίοις, τότε δὲ περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ἔμελλον κινδυνεύσειν, πόλεμον ἀναλαμβάνοντες ἐμφύλιον.

πρὸς δὲ τούτοις οὐχ ὅπλων πλῆθος, οὐ ναυτικὴ δύναμις, οὐ πλοίων κατασκευὴ παρʼ αὐτοῖς ἦν, ὡς ἂν τοσαύταις ναυμαχίαις περιπεπτωκότων· καὶ μὴν οὐδὲ χορηγιῶν διάθεσις οὐδὲ φίλων οὐδὲ συμμάχων τῶν βοηθησόντων ἔξωθεν ἐλπὶς οὐδʼ ἡτισοῦν ὑπῆρχεν.

διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς.

οὐχ ἥκιστα δʼ αὐτοὶ σφίσι τῶν τοιούτων καὶ τηλι

κούτων κακῶν ἐγεγόνεισαν αἴτιοι. κατὰ γὰρ τὸν προγεγονότα πόλεμον εὐλόγους ἀφορμὰς ἔχειν ὑπολαμβάνοντες πικρῶς ἐπεστάτησαν τῶν κατὰ τὴν Λιβύην ἀνθρώπων,