Histories

Polybius

Polybius, creator; Dindorf, Ludwig August, 1805-1871, editor; Büttner-Wobst, Theodor, 1854-1905, editor

οὗτος εὐλαβούμενος μὴ παραγενόμενος αὐτὸν ὁ δεσπότης κομίσηται, καὶ κατὰ τοὺς Ῥωμαίων νόμους αἰκισθεὶς διαφθαρῇ, πᾶν ἐτόλμα καὶ λέγειν καὶ πράττειν, σπουδάζων διακόψαι τὰς διαλύσεις τὰς πρὸς Καρχηδονίους.

ἅμα δὲ τούτῳ καὶ Λίβυς τις Μάθως, ὃς ἦν μὲν ἐλεύθερος καὶ τῶν συνεστρατευμένων, πλεῖστα δὲ κεκινηκὼς κατὰ τὰς προειρημένας ταραχάς. ἀγωνιῶν οὖν μὴ τίσῃ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν δίκην, ἐπὶ τῆς αὐτῆς ἐγένετο γνώμης τοῖς περὶ τὸν Σπένδιον.

καὶ λαμβάνων τοὺς Λίβυας ὑπεδείκνυε διότι μετὰ τὸν ὀψωνιασμὸν χωρισθέντων τῶν ἄλλων γενῶν εἰς τὰς πατρίδας ἀπερείσονται καὶ τὴν ὑπὲρ ἐκείνων ὀργὴν εἰς αὐτοὺς οἱ Καρχηδόνιοι καὶ βουλήσονται διὰ τῆς εἰς σφᾶς τιμωρίας ἅπαντας καταπλήξασθαι τοὺς ἐν τῇ Λιβύῃ.

ταχὺ δὲ προσανασεισθέντες οἱ πολλοὶ τοῖς τοιούτοις λόγοις καὶ λαμβανόμενοι βραχείας ἀφορμῆς ἐκ τοῦ τὸν Γέσκωνα τὰ μὲν ὀψώνια διαλύειν τὰς δὲ τιμὰς τοῦ τε σίτου καὶ τῶν ἵππων ὑπερτίθεσθαι, συνέτρεχον εὐθέως εἰς ἐκκλησίαν.

καὶ τοῦ μὲν Σπενδίου καὶ τοῦ Μάθω διαβαλλόντων καὶ κατηγορούντων τοῦ τε Γέσκωνος καὶ τῶν Καρχηδονίων ἤκουον καὶ προσεῖχον ἐπιμελῶς τὸν νοῦν τοῖς λεγομένοις. εἰ δέ τις ἕτερος προπορευθείη συμβουλεύσων,

οὐδʼ αὐτὸ τοῦτο περιμείναντες ἕως τοῦ γνῶναι πότερον ἀντερῶν ἢ συνηγορήσων πάρεστι τοῖς περὶ τὸν Σπένδιον, παραχρῆμα βάλλοντες τοῖς λίθοις ἀπέκτεινον.

καὶ πολλοὺς δὴ τῷ τοιούτῳ τρόπῳ κατὰ τὰς συνδρομὰς καὶ τῶν ἡγεμόνων καὶ τῶν ἰδιωτῶν διέφθειρον.

καὶ μόνον τὸ ῥῆμα τοῦτο κοινῇ συνίεσαν τὸ βάλλε διὰ τὸ συνεχῶς αὐτὸ πράττειν. μάλιστα δὲ τοῦτʼ ἐποίουν, ὁπότε μεθυσθέντες ἀπὸ τῶν ἀρίστων συνδράμοιεν.

διόπερ ὅτε τις ἄρξαιτο βάλλε λέγειν, οὕτως ἐγίνετο πανταχόθεν ἅμα καὶ ταχέως ὥστε μηδένα δύνασθαι διαφυγεῖν τῶν ἅπαξ προελθόντων.

πλὴν οὐδενὸς ἔτι τολμῶντος συμβουλεύειν διὰ ταύτην τὴν αἰτίαν, κατέστησαν αὑτῶν

στρατηγοὺς Μάθω καὶ Σπένδιον. ὁ δὲ Γέσκων ἑώρα μὲν τὴν ὅλην ἀκαταστασίαν καὶ ταραχήν, περὶ πλείστου δὲ ποιούμενος τὸ τῇ πατρίδι συμφέρον καὶ θεωρῶν ὅτι τούτων ἀποθηριωθέντων κινδυνεύουσι προφανῶς οἱ Καρχηδόνιοι τοῖς ὅλοις πράγμασι,

παρεβάλλετο καὶ προσεκαρτέρει, ποτὲ μὲν τοὺς προεστῶτας αὐτῶν εἰς τὰς χεῖρας λαμβάνων, ποτὲ δὲ κατὰ γένη συναθροίζων καὶ παρακαλῶν.

οὐ μὴν ἀλλὰ τῶν Λιβύων οὐδέπω κεκομισμένων τὰς σιταρχίας, οἰομένων δὲ δεῖν ἀποδεδόσθαι σφίσι καὶ προσιόντων θρασέως, βουλόμενος ὁ Γέσκων ἐπιπλῆξαι τὴν προπέτειαν αὐτῶν, Μάθω τὸν στρατηγὸν ἀπαιτεῖν ἐκέλευεν.

οἱ δʼ ἐπὶ τοσοῦτον διωργίσθησαν ὥστʼ οὐδὲ τὸν τυχόντα χρόνον ἀναστροφὴν δόντες ὥρμησαν τὸ μὲν πρῶτον ἐπὶ τὸ διαρπάζειν τὰ πρόχειρα τῶν χρημάτων, μετὰ δὲ ταῦτα συλλαμβάνειν τόν τε Γέσκωνα καὶ τοὺς μετʼ αὐτοῦ Καρχηδονίους.