On the Scrutiny of Evandros

Lysias

Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.

περὶ δὲ τῶν ἄλλων τὴν ἐναντίαν. τεκμήριον δέ· οὐ γὰρ ἔλαττον τούτους[*](ἔλαττον τούτους Lipsius: ἐλάττους τούτων.) ἡ πόλις τετίμηκε τῶν ἐπὶ Φυλὴν ἐλθόντων καὶ τὸν Πειραιᾶ καταλαβόντων. εἰκότως· τοὺς μὲν γὰρ ἴσασιν ὁποῖοι τινες ἐν δημοκρατίᾳ μόνῃ γεγένηνται, ὁποῖοι δʼ ἄν τινες ἐν ὀλιγαρχίᾳ γένοιντο, οὔπω πεῖραν εἰλήφασι· παρὰ δὲ τούτων ἑκατέρας τῆς πολιτείας ἱκανὴν βάσανον ἔχουσιν, ὥστʼ εἰκότως πιστεύειν.

καὶ ἡγοῦνταί γε διὰ μὲν τοὺς τοιούτους συλληφθέντας τότε ἀποθανεῖν, διὰ δὲ τοὺς ἄλλους τοὺς συλληφθέντας[*](τοὺς συλληφθέντας del. Halbertsman.) ἐκφυγεῖν, ἐπεὶ εἴ γε τὴν αὐτὴν γνώμην ἅπαντες ἔσχον, οὔτʼ ἂν φυγὴ οὔτʼ ἂν κάθοδος οὔτʼ ἄλλο οὐδὲν ἂν τῶν γεγενημένων τῇ πόλει συνέβη.

ἀλλὰ καὶ ὃ[*](ὃ Stephanus: τὸ MSS.) ἄλογον δοκεῖ εἶναι παρά τισιν, ὅπως ποτὲ πολλοὶ ὄντες ὑπʼ ὀλίγων τῶν ἐν Πειραιεῖ ἡττήθησαν, οὐδαμόθεν ἄλλοθεν ἢ ἐκ τῆς τούτων προνοίας γεγένηται· οὗτοι γὰρ εἵλοντο μετὰ τῶν κατελθόντων πολιτεύεσθαι μᾶλλον ἢ μετὰ τῶν τριάκοντα Λακεδαιμονίοις δουλεύειν.

τοιγάρτοι ἀντὶ τούτων αὐτοὺς ὁ δῆμος ταῖς μεγίσταις τιμαῖς τετίμηκεν, ἱππαρχεῖν καὶ στρατηγεῖν καὶ πρεσβεύειν ὑπὲρ αὑτῶν αἱρούμενοι· καὶ οὐδέποτε αὐτοῖς μετεμέλησεν. καὶ διὰ μέν γε τοὺς πολλὰ[*](πολλὰ Reiske: πολλοὺς MSS.) ἐξαμαρτόντας τὰς δοκιμασίας εἶναι ἐψηφίσαντο, διὰ δὲ τοὺς μηδὲν τοιοῦτον πράξαντας τὰς συνθήκας ἐποιήσαντο. τοσαῦτά σοι[*](τοσαῦτά σοι Reiske: τοιαύτας οἵας.) ἐγὼ ὑπὲρ τοῦ δήμου ἀποκρίνομαι.