On the Scrutiny of Evandros
Lysias
Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
ἆρʼ οὐκ[*](οὐκ Stephanus: οὖν MSS.) οἴεσθε αὐτοὺς χαλεπῶς διακείσεσθαι καὶ ὑμᾶς αὐτῶν αἰτίους ἡγήσεσθαι, ὅταν γένωνται ἐν ἐκείνοις τοῖς χρόνοις, ἐν οἷς αὐτῶν πολλοὶ εἰς τὸ δεσμωτήριον ἀπήγοντο καὶ ἄκριτοι ὑπὸ τούτων ἀπώλλυντο καὶ φεύγειν τὴν σφετέραν αὐτῶν ἠναγκάζοντο; κἀκεῖνο πρὸς ἐνθυμηθῶσιν, ὅτι ὁ αὐτὸς οὗτος ἀνὴρ Θρασύβουλος[*](θρασύβουλος del. Kayser.) αἴτιος γεγένηται Λεωδάμαντά τε ἀποδοκιμασθῆναι καὶ τοῦτον δοκιμασθῆναι, τοῦ μὲν κατήγορος γενόμενος, ὑπὲρ τούτου δὲ ἀπολογήσασθαι παρασκευασάμενος, ὃς πῶς[*](ὃς πῶς Hude: ὅπως, ὃς ὅπως MSS.) πρὸς τὴν πόλιν διάκειται[*](διάκειται Scaliger: διακεῖσθαι, διέκειτο MSS.) καὶ πόσων αἴτιος αὐτῇ κακῶν γεγένηται;
ἢ πιθόμενοι πῶς ἂν οἴεσθε διαβληθῆναι; τότε μὲν γὰρ ὑμᾶς ᾤοντο ὀργισθέντας Λεωδάμαντα ἀποδοκιμάσαι· ἐὰν δὲ τοῦτον[*](τοῦτον Markland: αὐτὸν MSS.) δοκιμάσητε, εὖ εἴσονται ὅτι οὐ δικαίᾳ γνώμῃ περὶ αὐτοῦ κέχρησθε. ἔστι δὲ τούτοις μὲν πρὸς ὑμᾶς ἁγών, ὑμῖν δὲ πρὸς ἅπασαν τὴν πόλιν, ἣ σκοπεῖ νυνὶ τίνα ὑμεῖς γνώμην περὶ αὐτῆς ἕξετε.
καὶ μηδεὶς ὑμῶν ἡγείσθω με Λεωδάμαντι χαριζόμενον κατηγορεῖν Εὐάνδρου, ὅτι φίλος ὢν τυγχάνει, ἀλλʼ ὑπὲρ ὑμῶν καὶ τῆς πόλεως προνοούμενον. ῥᾴδιον δʼ ἐξ αὐτοῦ τοῦ πράγματος μαθεῖν. Λεωδάμαντι γὰρ συμφέρει τοῦτον δοκιμασθῆναι, οὕτω γὰρ ὑμεῖς μάλιστα διαβληθήσεσθε, καὶ δόξετε ἀντὶ δημοτικῶν ἀνθρώπων ὀλιγαρχικοὺς εἰς τὰς ἀρχὰς καθιστάναι· ὑμῖν δὲ τόνδε ἀποδοκιμάσαι, δόξετε γὰρ κἀκεῖνον δικαίως ἂν[*](ἂν del. Dobree.) ἀποδοκιμάσαι· ἐὰν δὲ μηδὲ τόνδε, οὐδʼ ἐκεῖνον δικαίως.
καίτοιγε αὐτὸν ἀκούω λέξειν ὡς οὐ περὶ αὐτοῦ μόνον ἡ δοκιμασία ἐστίν, ἀλλὰ περὶ πάντων τῶν ἐν ἄστει μεινάντων, καὶ τοὺς ὅρκους καὶ τὰς συνθήκας ὑμᾶς ὑπομνήσειν, ὡς ἐκ τούτων προσληψόμενον αὐτὸν δοκιμαστὰς τοὺς ἐν ἄστει μείναντας. ἐγὼ δʼ ὑπὲρ τοῦ πλήθους βραχέα πρὸς αὐτὸν εἰπεῖν βούλομαι, ὅτι ὁ δῆμος οὐ τὴν αὐτὴν γνώμην ἔχει περὶ πάντων τῶν ἐν ἄστει μεινάντων, ἀλλὰ περὶ μὲν τῶν τοιαῦτα ἐξαμαρτανόντων οἵαν ἐγώ φημι δεῖν,