On the Confiscation of the Property Of The Brother Of Nicias: Peroration
Lysias
Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
καίτοι πλείων συγγνώμη μνησικακεῖν νεωστὶ κατεληλυθόσιν, ἔτι τῆς ὀργῆς οὔσης προσφάτου, ἢ τοσούτῳ χρόνῳ ὕστερον ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπέσθαι, ὑπὸ τοιούτων πεισθέντας οἳ ἐν ἄστει μείναντες ταύτην[*](ταύτην Taylor: αὐτὴν MSS.) ὑμῖν οἴονται διδόναι πίστιν τῆς αὑτῶν εὐνοίας, ἑτέρους κακοὺς ποιοῦντες, ἀλλʼ οὐ σφᾶς αὐτοὺς χρηστοὺς παρέχοντες, καὶ νυνὶ τῶν τῆς πόλεως εὐτυχιῶν ἀπολαύοντες, ἀλλʼ οὐ πρότερον τῶν ὑμετέρων κινδύνων μετέχοντες.
καὶ εἰ μὲν ἑωρᾶτε, ὦ ἄνδρες δικασταί, σῳζόμενα τῇ πόλει τὰ ὑπὸ τούτων δημευόμενα, συγγνώμην ἂν εἴχομεν· νῦν δʼ ἐπίστασθε ὅτι τὰ μὲν αὐτῶν ὑπὸ τούτων ἀφανίζεται, τὰ δὲ πολλοῦ ἄξια ὄντα ὀλίγου πιπράσκεται. ἐὰν δʼ ἐμοὶ πείθησθε, οὐκ ἐλάττω ἀπʼ αὐτῶν ὑμεῖς ὠφεληθήσεσθε ἢ ἡμεῖς οἱ κεκτημένοι,
ἐπεὶ καὶ νυνὶ Διόμνηστος καὶ ἐγὼ καὶ ὁ ἀδελφός ἐκ μιᾶς οἰκίας τρεῖς ὄντες τριηραρχοῦμεν, καὶ ὅταν ἡ πόλις δέηται χρημάτων, ἀπὸ τούτων ὑμῖν εἰσφέρομεν. ὡς οὖν ἡμῶν ταύτῃ τῇ γνώμῃ χρωμένων, καὶ τῶν προγόνων τῶν ἡμετέρων τοιούτων γεγενημένων,