On the Confiscation of the Property Of The Brother Of Nicias: Peroration
Lysias
Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
ἄξιον δὲ μάλιστʼ ἀγανακτῆσαι[*](μάλιστ’ ἀγανακτῆσαι Dobree: μάλιστα φθονῆσαι MSS.) ὅτι οὕτως ἤδη οἱ τὰ τῆς πόλεως πράττοντες διάκεινται, ὥστʼ οὐχ ὅ τι ἂν τῇ πόλει βέλτιστον ᾖ, τοῦτο οἱ ῥήτορες λέγουσιν, ἀλλʼ ἀφʼ ὧν ἂν αὐτοὶ κερδαίνειν μέλλωσι, ταῦτα ὑμεῖς ψηφίζεσθε.
καὶ εἰ μὲν τῷ ὑμετέρῳ πλήθει συνέφερε τοὺς μὲν ἔχειν τὰ αὑτῶν, τῶν δὲ ἀδίκως δεδημεῦσθαι τὴν οὐσίαν, εἰκότως ἂν ἠμελεῖτε τῶν ὑφʼ ἡμῶν λεγομένων· νυνὶ δὲ πάντες ἂν ὁμολογήσαιτε ὁμόνοιαν μὲν[*](μὲν add. Bekker.) μέγιστον ἀγαθὸν εἶναι πόλει, στάσιν δὲ πάντῶν κακῶν αἰτίαν, διαφέρεσθαι δὲ πρὸς ἀλλήλους ἐκ τῶν τοιούτων μάλιστʼ, ἐὰν οἱ μὲν τῶν ἀλλοτρίων ἐπιθυμῶσιν, οἱ δʼ ἐκ τῶν ὄντων ἐκπίπτωσι.
καὶ ταῦθʼ ὑμεῖς ἔγνωτε νεωστὶ κατελθόντες, ὀρθῶς βουλευόμενοι· ἔτι γὰρ ἐμέμνησθε τῶν γεγενημένων συμφορῶν, καὶ τοῖς θεοῖς εἰς ὁμόνοιαν ηὔχεσθε καταστῆναι τὴν πόλιν μᾶλλον ἢ ἐπὶ τιμωρίαν τῶν παρεληλυθότων τραπομένων[*](τραπομένων Hude: τραπόμενοι MSS.) τὴν μὲν πόλιν στασιάσαι, τοὺς δὲ λέγοντας ταχέως πλουτῆσαι.