On the Olive Stump
Lysias
Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.
καίτοι ταῦτα μὲν μετρίως ποιῶν ἀλλὰ μὴ προθύμως οὔτʼ ἂν περὶ φυγῆς οὔτʼ ἂν περὶ τῆς ἄλλης οὐσίας ἠγωνιζόμην, πλείω δʼ ἂν ἐκεκτήμην, οὐδὲν ἀδικῶν οὐδʼ ἐπικίνδυνον ἐμαυτῷ καταστήσας τὸν βίον· ταῦτα δὲ πράξας, ἃ οὗτός μου κατηγορεῖ, ἐκέρδαινον μὲν οὐδέν, ἐμαυτὸν δʼ εἰς κίνδυνον καθίστην.
καίτοι πάντες ἂν ὁμολογήσαιτε δικαιότερον εἶναι τοῖς μεγάλοις χρῆσθαι τεκμηρίοις περὶ τῶν μεγάλων, καὶ πιστότερα ἡγεῖσθαι περὶ ὧν ἅπασα ἡ πόλις μαρτυρεῖ, μᾶλλον ἢ περὶ ὧν μόνος οὗτος κατηγορεῖ.
ἔτι τοίνυν, ὦ βουλή, ἐκ τῶν ἄλλων σκέψασθε. μάρτυρας γὰρ ἔχων[*](γὰρ ἔχων Reiske: παρέχων MSS.) αὐτῷ προσῆλθον, λέγων ὅτι μοι πάντες ἔτι[*](ἔτι Westermann) εἰσὶν οἱ θεράποντες, οὓς ἐκεκτήμην ἐπειδὴ παρέλαβον τὸ χωρίον, καὶ ἕτοιμός εἰμι,[*](εἰμι Scheibe: ἤμην MSS.) εἴ τινα βούλοιτο, παραδοῦναι βασανίζειν, ἡγούμενος οὕτως ἂν τὸν ἔλεγχον ἰσχυρότερον γενέσθαι τῶν τούτου λόγων καὶ τῶν ἔργων τῶν ἐμῶν. οὗτος δʼ οὐκ ἤθελεν,