On the Olive Stump

Lysias

Lysias. Lamb, W.R.M., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1930.

οἷς ὑπὸ τῆς πόλεως τὸν ἅπαντα χρόνον προστέτακται τῶν μορίων ἐλαῶν ἐπιμελεῖσθαι, μήθʼ ὡς ἐπεργαζόμενον[*](ὲπεργαζόμενον Stephanus: ἀπεργαζόμενον MSS.) πώποτε ζημιῶσαί με[*](με add. Meutzner) μήθʼ ὡς ἀφανίσαντα εἰς κίνδυνον καταστῆσαι, τοῦτον δʼ ὃς οὔτε γεωργῶν ἐγγὺς τυγχάνει οὔτʼ ἐπιμελητὴς ᾑρημένος οὔθʼ ἡλικίαν ἔχων εἰδέναι περὶ τῶν τοιούτων, ἀπογράψαι με ἐκ γῆς[*](ἐκ γῆς Jacobs: ἐγγὺς MSS.) μορίαν ἀφανίζειν.

ἐγὼ τοίνυν δέομαι ὑμῶν μὴ τοὺς τοιούτους λόγους πιστοτέρους ἡγήσασθαι τῶν ἔργων, μηδὲ περὶ ὧν αὐτοὶ σύνιστε, τοιαῦτʼ[*](τοιαῦτʼ Lipsius: ταῦτʼ.) ἀνασχέσθαι τῶν ἐμῶν ἐχθρῶν λεγόντων, ἐνθυμουμένους καὶ ἐκ τῶν εἰρημένων καὶ ἐκ τῆς ἄλλης πολιτείας.

ἐγὼ γὰρ τὰ ἐμοὶ προστεταγμένα ἅπαντα προθυμότερον πεποίηκα ἢ[*](ἢ add Taylor) ὡς ὑπὸ τῆς πόλεως ἠναγκαζόμην, καὶ τριηραρχῶν καὶ εἰσφορὰς εἰσφέρων καὶ χορηγῶν καὶ τἆλλα λῃτουργῶν οὐδενὸς ἧττον πολυτελῶς τῶν πολιτῶν.