Hecala

Callimachus

Callimachus. Callimachus and Lycophron. Mair, A. W., Mair, G. R., editors. London: William Heinemann, 1921.

[κουλεὸν εἰς] ἑτέρην περίαπτε καὶ εἰν ἄορ ἧκεν· ὡς ἴδον, ο[ἳ δ’] ἅμα πάντες ὑπ[έτρ]εσ[α]ν ἠδ’ [ἐλίασ]θεν ἄνδρα μέγαν καὶ θῆρα πελώριον ἄντ[α ἰ]δέσθαι, μέσφ’ ὅτε δὴ Θησεύς φιν ἀπόπροθι μακρὸν ἄυσε· μίμνετε θαρσήεντες, ἐμῷ δέ [τ]ις Αἰγέϊ πατρὶ νεύμενος ὅς τ’ [ὤ]κιστος ἐς ἄστυρον ἀγγελιώτης ὣς ἐνέποι—πολέων κεν ἀναψύξειε μεριμνέων— Θησεὺς οὐχ ἑκὰς οὗτος, ἀπ’ εὐύδρου Μαραθώνος [ζ]ωὸν ἄγων τὸν ταῦρον. ὁ μὲν φάτο, τοὶ δ’ ἀίοντες [π]άντες [ἰ]ὴ παιῆον ἀνέκλαγον, αὖθι δὲ μίμνον. οὐχὶ νότος τόσσην γε χύσιν κατεχεύατο φύλλων, οὐ βορέης οὐδ’ αὐτὸς ὅτ’ ἔπλετο φυλλοχόος μ[ε]ίς, [ὅ]σσα τότ’ [ἀ]γ[ρ]ῶσται περί [τ’] ἀμφί [τ]ε Θησέι βάλλον,

[οἵ μιν ἐκυκλώσα]ντο περιστα [δ]όν, αἱ δὲ γυναῖκες ...στόρνῃσιν ἀνέστεφον.

καί ῥ’ ὅτ’ ἐποφ . . . ἐφ’ (?) ὃν ἄν τιν’ ἕκαστοι Οὐρανίδαι ἐπάγοιεν ἐμῷ πτ[ε]ρῷ, ἀλλά ἑ Παλλὰς τῆς μὲν ἔσω δηναι(ὸ)ν (?) ἀφῆ δρ[ό]σον Ἡφαίστοιο, μέσφ’ ὅτε Κεκροπίδῃσιν ἐπ’ Ἀκτῇ θήκατο λᾶαν, λάθριον ἄρρητον, γενεῇ δ’ ὅθεν οὐδέ νιν ἔγνων οὔτ’ ἐδάην, φήμῃ δὲ κατ’ ὠγυγίους (?) ἔφαν [α]ὐταὶ οἰωνούς, ὡς δῆθεν ὑφ’ Ἡφαίστῳ τέκεν Αἶα. τ[ο]υτάκι δ’ δ’ ἡ μὲν ἑῆς ἔρυμα χθονὸς ὄφρα βάλοιτο, τήν ῥα νέον ψήφῳ [τ]ε Διὸς δυ [ο] καίδεκα τ’ ἄλλων ἀθανάτων ὄφιός τε κατέλλαβε μαρτυρίῃσιν,

Πελλήνην ἐφίκανεν Ἀχαιΐδα· τόφρα δὲ κοῦραι αἱ φυλακοὶ κακὸν ἔργον [ἐ]πεφράσσαντο τελέσσαι κείστης . . . . . . δεσμά τ’ ἀνεῖσαι . . .

Ἀθήνης . . . μοῦναι δὲ παραπτυ[όμεσθα] κορῶναι. [δαίμοσιν· οὐ γὰρ ἔγωγε] τεόν ποτε, πότνια, θυμόν, . . . [ὅσα] πολλὰ παραίσια μήποτ’ ἐλαφροὶ [ζή]σομεν οἰωνοί, τότε δ’ ὤφελον [εἶναι ἄναυδος]· οὕτως ἡμετέρην μὲν ἀπέπτυσεν, οὐδὲ γενέθλην ἡμετέρην ἑ καλεῖν [μάλ’ ἐπιτρέπει· ἀλλὰ πέσοις σὺ μηδέποτ’ ἐκ θυ[μοῖ]ο· βαρὺς χόλος αἰὲν Ἀθήνης· αὐτὰρ ἐγὼ τυτθὸς πορέ[ην γ]όνος· [ὀ]γδ[ο]άτ[η] γὰρ ἤδη μοι γενεὴ πέλ[εται, δεκάτη δὲ τοκεῦσι.

[δεί]ελος ἀλλ’ ἢ νύξ ἢ ἔνδιος ἢ ἔσετ’ ἠώς, εὖτε κόραξ, [ὃ]ς νῦν γε καὶ ἂν κύκνοισιν ἐρίζοι

καὶ γάλακι χροιὴν καὶ κύματος ἄκρῳ ἀώτῳ, κυάνεον φὴ πίσσαν ἐπὶ πτερὸν οὐλοὸν ἕξει, ἀγγελίης ἐπίχε [ι]ρα τά οἵ ποτε Φοῖβος ὀπάσσει, ὁππότε [κ]εν Φλεγύαο Κορωνίδος ἀμφὶ θυγατρὸς Ἴσχυι πληξίππῳ σπομένης μιερόν τ[ι] πύθηται. τὴν μὲν ἄρ’ ὣς φαμένην ὕπνος λάβε, τὴν δ’ ἀΐουσαν· καδδραθέτην δ’ οὐ πολλὸν ἐπὶ χρόν [ον], αἶψα γὰρ ἦλθεν στιβήεις ἄγχουρος· ἴτ’, οὐκέτι χεῖρες ἔπαγροι φιλητέων· ἤδη γὰρ ἑωθινὰ λύχνα φαείνει· [ἀ]είδει καί πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον· ἔγρει καί τιν’ ἔχοντα παρ[ὰ] πλόον οἰκίον ἄξων τετριγὼς ὑπ’ ἄμαξαν, ἀνιάζουσι δὲ πυκνοὶ [δμ]ῶοι χαλκῆες κωφώμενοι ἐν[τὸς] ἀκουήν.