De optima secta ad Thrasybulum
Pseudo-Galen
Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.
Ἐστὶ δὲ καὶ ἐκ τῶν προσαγομένων βοηθημάτων ἐπιγνῶναι, ὅτι οὐ τὰ πάθη, ἀλλὰ τὰ αἴτια τὴν θεραπείαν ἐνδείκνυται. τὰ γὰρ βοηθήματα ὑπεναντιοῦται οὐ τοῖς γιγνομένοις, ἀλλὰ τοῖς ποιοῦσιν· ὡς ἡ κένωσις τῷ πλήθει ἐναντία ἐστὶ, πάθει δὲ οὐδενὶ, οἷον φλεγμονῇ, ἢ πυρετῷ. ἀναιρουμένου δὲ τοῦ πλήθους ὑπὸ τῆς κενώσεως, συναναιρεῖται καὶ τὸ γενόμενον ὑπὸ τοῦ πλήθους πάθος. οὐκ ἐπειδὴ δὲ συναναιρεῖται τῷ ποιοῦντι τὸ πάθος, τὸ βοήθημα τῷ πάθει ὑπεναντίον ἦν. ἔστι δὲ καὶ ἐκ τῆς συγκρίσεως τῶν ἐπιφερομένων συμπτωμάτων, ἀπό τε τοῦ πλήθους καὶ τῆς κενώσεως γνῶναι, ᾧτινι τὸ βοήθημα ὑπεναντίον ἐστί· τὸ μὲν γὰρ πλῆθος τῇ περιουσίᾳ βαρεῖ, ἡ δὲ κένωσις, μειοῦσα τὴν περιουσίαν, ἀναιρεῖ τὸ βάρος, ἔπειτα τὸ πλῆθος, ὃ διατείνει τὰ ἀγγεῖα, ἡ δὲ κένωσις εἰς σύμπτωσιν ἄγει. καὶ τὰ ἄλλα βοηθήματα πρὸς τὰ αἴτια