De optima secta ad Thrasybulum
Pseudo-Galen
Pseudo-Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.
Ἐκεῖνο δὲ χρὴ λέγειν πρὸς τοὺς Μεθοδικοὺς, ὅτι τὰ πάθη τὸ ποιητέον οὐκ ἐνδείκνυται, ἀλλὰ τὴν ἄρσιν ἢ περιαίρεσιν ἑαυτῶν, ὅπερ ἄν τις καὶ εὔξαιτο. τοῦτο δὲ καὶ τοῖς ἰδιώταις ἐστὶ πρόδηλον, καὶ τοῖς ἀλόγοις ζώοις, ὅτι τὰ μὲν πάθη τὴν περιαίρεσιν ἐνδείκνυται, ἡ δὲ ὑγεία τὴν τήρησιν. οἱ δὲ τεχνῖται οὐ ταύτης τῆς ἐνδείξεως δέονται, ἀλλὰ βούλονται εἰδέναι ταῦτα, δι’ ὧν ἡ περιαίρεσις τῶν παθῶν ἔσται, καὶ ἡ τῆς ὑγείας τήρησις. χρείαν οὖν ἔχουσι τῶν ἐνδεικνυμένων τὰ κατὰ μέρος συμφέροντα, καὶ δι’ ὧν ἄν τις ὑγείας τύχοι, καὶ συντηρήσειεν αὐτήν. τούτῳ γάρ τοι καὶ οἱ τεχνῖται τῶν ἰδιωτῶν διαφέρουσιν, εἰ ταῦτα καταλαμβάνουσιν, ἅπερ ἐνδείκνυται τὰ κατὰ μέρος συμφέροντα. εἰ δέ γε ἀπὸ τῶν παθῶν ἡ ἔνδειξις τῶν συμφερόντων ἐγίνετο, αὐτοὶ ἂν οἱ ἔχοντες αὐτὰ, δι’ ὧν ἔδει τὴν