De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα κατὰ λοβὸν ὠτὸς ἐπὶ χεῖλος καὶ λοβὸν ἀντικείμενον ἐπὶ ἰνίον· ἀπὸ ἰνίου παρὰ κορυφὴν καὶ λοξὴν ἐπὶ βρέγμα, κρόταφον, ἔπειτα παρειὰς ὑπὸ γένειον καὶ ἀντικειμένη παρειὰς ἐπὶ βρέγμα,
Ἀρχὴ κατ’ ἰνίου, τὸ σπείραμα λοξῶς ἐπὶ βρέγμα παρὰ τὸν ἔξω κανθὸν ἐπὶ τὸ ἄνω χεῖλος, εἶτ’ ἐπὶ κρόταφον ἀντικείμενον καὶ τὸν ἔξω κανθὸν ἐπὶ βρέγμα ἀντικειμένη τῇ πρὸ ταύτης χίασμα ποιοῦσα καὶ βρέγματος, εἶτ’ ἐπὶ ἰνίον καὶ μετωπιαία.
Ἡ μεσότης κατὰ τοῦ ἄνω χείλους· αἱ ἀρχαὶ παρὰ κροτάφους καὶ τοὺς παρακειμένους κανθοὺς ἐπὶ βρέγμα καὶ κατ’ αὐτοῦ χίασμα ἐπὶ ἰνίον, ἀπὸ ἰνίου καὶ μετωπιαία καὶ ἐπὶ ἰνίον.
Ἡ μεσότης κατ’ ἰνίου. αἱ δὲ ὑποκείμεναι ἀρχαὶ ἐπὶ παρειὰς παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα κἀκεῖ ἁμματίζονται, αἱ δ’ ἄλλαι ὑπὸ λοβοὺς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου χιασθεῖσαι. εἰ μὲν βραχύτεραι εἶεν ἐπὶ ἰνίον πρὸς τὰς πρώτας ἐφάπτονται, εἰ δὲ ἐπιμηκέστεραι εἶεν καὶ τὰ μετώπια προσαποδίδοται. ἀπηρτηκότες ἐπὶ κεφαλῆς καὶ
Εἴρηται μὲν ἀπὸ τῆς πρὸς τοὺς στάχυας ἐμφερείας ἐκ τῆς τῶν ἐπινεμήσεων γινομένης. εὐχρηστεῖ τε ἐπὶ τε κλειδὸς καταγείσης καὶ ἐπὶ βραχίονος ἐξαρθρήσαντος. ἐπιτελεῖται δὲ τὸν τρόπον τοῦτον· ἔριον μαλακὸν συνελίξαντες τίθεμεν ἐπὶ τῆς μασχάλης τοῦ μέλλοντος ἐπιδεῖσθαι μέρους, ἀναπλήρωμα τοῦ κοίλου ποιοῦντες, ἔπειτα εἰλητοῦ ἐπιδέσμου πλάτος καὶ μῆκος ἀνάλογον τῷ ἐπιδεσμένῳ τὴν ἀρχὴν τάξαντες κατὰ τῆς ἀπαθοῦς μασχάλης τὸ εἴλημα ἄγομεν λοξῶς κατὰ νώτου· ἔπειτα δὲ παρ’ ἀκρώμιον ὑπὸ μασχάλην πεπονθότος βραχίονος, εἶτ’ ἐπ’ ἀκρώμιον ὡς χίασμα κατ’ αὐτοῦ γίνεσθαι· εἶτα λοξὴ κατὰ στέρνου ὑπὸ μασχάλην ἀπαθῆ, ἀπὸ μασχάλης λοξὴ κατὰ νώτου ἐπὶ κλεῖδα, ὡς μέρη τινὰ τῆς δευτέρας ἐπινεμήσεως ἐπιπίπτει μέρεσι τῆς προεμβεβλημένης ἀπὸ κλειδὸς ὑπὸ μασχάλην καὶ ἐπὶ κλεῖδα, ὡς χίασμα δεύτερον γίγνεσθαι, εἶτα τὴν μασχάλην ἀπαθῆ, αἱ δ’ ἐπινομαὶ κατὰ τῶν αὐτῶν.
Ἐπὶ συντετελεσμένῳ τῷ ἀστάχυϊ ἑτέρου τελαμῶνος ἡ μεσότης μὲν ὑπὸ πῆχυν ἐγγώνιον ἐσχηματισμένον. αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας ἐπ’ ἀκρώμιον, κἀκεῖ χιασθεῖσαι λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ, εἶτ’ ἐγκύκλιαι περὶ πλευρὰς καὶ βραχίονα πεπονθότα μέχρι τοῦ ὅλου σκεπάσωσι, τὰ δὲ πέρατα ἐπὶ μασχάλην ἀπαθῆ.
Ἡ μεσότης ὑπὸ μασχάλην βραχίονος πεπονθότος αἱ ἀρχαὶ ἐπ’ ἀκρώμιον χιασθεῖσαι ἀπαγέσθωσαν λοξῶς ἡ μὲν κατὰ νῶτον, ἡ δὲ κατὰ στέρνον ὑπὸ μασχάλην ἀπαθῆ, αἱ δὲ ἐπινομαὶ ὁμοίως.
Ἁρμόζει μὲν ἐφ’ ὧν καὶ ὁ στάχυς. ἐπιτελεῖται δὲ οὕτως· μετὰ τὸ ἑπιδῆσαι τὸν στάχυν, μίαν δεῖ ἐγκύκλιον ἐπὶ βραχίονι περιειλῆσαι ἀπὸ βραχίονος· ἀποδόντα τὸ εἴλημα ἀπάγειν λοξῶς ἐπὶ μασχάλην ἀπαθῆ κἀκεῖ ἀσφαλίσασθαι.
Ἁρμόζει καὶ ἐφ’ ὧν ἡ γερανίς. ἐπιτελεῖται δὲ οὕτως· προεπιδήσαντες τὸν στάχυν, μίαν ἀπὸ ἀκρώμίου ἐπινέμησιν ἄγομεν ἐπ’ εὐθείας ἐπὶ πῆχυν
Ἡ μεσότης κατὰ τοῦ πεπονθότος ὤμου, αἱ δ’ ἀρχαὶ ἐπ’ εὐθείας ἐπὶ πῆχυν πλησίον ἀγκῶνος ὄρθιοι· πάλιν παράλληλοι ταῖς πρώταις κατὰ ἀκρώμιον, ἀπὸ ἀκρωμίου ὑπὸ μασχάλην ἀπαθῆ, εἶτα ἐγκύκλια.
Ἡ μεσότης ὑπὸ ἀπαθῆ μασχάλην. αἱ δ’ ἀρχαὶ ἐγκύκλιοι περὶ πλευρὰς καὶ βραχίονος ἐπεγκύκλιοι πάλιν ἐπὶ μασχάλην ἀπαθῆ· ἀπὸ μασχάλης λοξαὶ ἐπὶ ἀκρώμιον πεπονθός· ἀπὸ ἀκρωμίου ὄρθιοι παρὰ βραχίονα ἐπ’ ἀγκῶνα καὶ πάλιν ἀπ’ ἀγκῶνος ἐπ’ ἀκρώμιον, ἀπὸ ἀκρωμίου ἐπὶ μασχάλην ἀπαθῆ, εἶτ’ ἐγκύκλιοι περὶ βραχίονα.
Ἁρμόζει ἐπὶ τῶν κατ’ ἀμφοτέρους ὤμους ἐχόντων σίνος. ἐπιτελεῖται δ’ οὕτως· ἐπὶ συντετελεσμένῳ τῷ ἁπλῷ στάχυϊ μετὰ τὸ ἐπὶ μασχάλην καταντῆσαι τοῦ
Ὠνόμασται μὲν ἁπλῶς οὕτως ἀπὸ τοῦ ἐμφερὴς εἶναι τοῖς παρὰ Ῥωμαίοις θώραξιν, οὓς καταφράκτας καλοῦσιν. εὐθετεῖ δὲ ἐφ’ ὧν ἐπιδῆσαι θέλομεν τὰ περὶ τὰς κλεῖδας μέρη καὶ ὠμοπλάτην ἢ στέρνον ἢ μετάφρενον ἢ πλευράς. ἔστι δὲ ἡ ἐπίδεσις κατά τι ὁμοία τῷ διπλῷ στάχυϊ. ἐπιτελεῖται δ’ οὕτως· ἀρχὴ ὑπὸ μασχάλην τὸ εἴλημα λοξῶς ἔμπροσθεν κατὰ στέρνου πλησίον τῆς τῶν κλειδῶν πρὸς τὸ ξιφοειδὲς συμβολῆς καὶ παρὰ τράχηλον ἐπ’ ὠμοπλάτην ἀντικειμένου βραχίονος, εἶτα ὑπὸ τὴν παρακειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ τράχηλον κατὰ τῆς πρώτης, ὡς χίασμα πλησίον τραχήλου γίγνεσθαι καὶ λοξὴ κατὰ ἀντικειμένης ὠμοπλάτης· εἶθ’ ὑπὸ μασχάλην, ἀπὸ μασχάλης παρὰ τράχηλον ἐπὶ τὸν τοῦ αὐχένας σφόνδυλον, ὡς κατ’ αὐτοῦ χίασμα γενέσθαι, εἶθ’ ὑπὸ μασχάλην καὶ λοξὴ πλησίον
Ἡ μεσότης ὑπὸ μασχάλην. αἱ ἀρχαὶ κατὰ κλειδὸς παρακειμένης χιαζέσθωσαν πλησίον τραχήλου· εἶτα λοξαὶ ὑπ’ ἀντικειμένην μασχάλην, ἀπὸ μασχάλης ἐπὶ παρακειμένην κλεῖδα καὶ κατ’ αὐτῆς χίασμα πλησίον τραχήλου καὶ λοξαὶ ἐπ’ ἀντικειμένην μασχάλην, εἶτ’ ἐγκύκλιοι περὶ θώρακα.