De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα λοξῶς παρὰ κορυφὴν, βρέγμα, ἐπὶ μεσόφρυον, παρὰ μέγαν κανθὸν, ἐπὶ μῆλον, ὑπὸ λοβὸν ὠτός· ἐπὶ ἰνίον ἀντικειμένη τῇ πρώτῃ, ὡς χίασμα κατὰ μεσόφρυον γίνεσθαι, καὶ λοξὴ παρὰ βρέγμα καὶ κορυφὴν ἐπὶ ἰνίον, ἀπὸ ἰνίου ἐπὶ λοβὸν ὠτός· ὑπὸ τὸ ὕψωμα τῆς ῥινὸς καὶ ἐπὶ τὸν ἀντικείμενον λοβὸν ὠτὸς, εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. ταύτῃ τῇ ἐπιδέσει ἔνιοι δι’ εὐπρέπειαν καὶ στεφανιαίαν προστιθέασιν, αὕτη καὶ ἀπὸ

807
δύο ἀρχῶν ἐπιδεῖσθαι δύναται, ἂν ἀπαιτῇ χρεία. ἁρμόζει δὲ ἐφ’ ὦν καὶ ἡ πρὸ ταύτης.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπ’ εὐθείας κατὰ κορυφὴν ἐπὶ μεσόφρυον παρὰ μέγαν κανθὸν ἐκ πλαγίων τῆς ῥινὸς ἐπ’ αὐτὸ τὸ σφαίριον ῥινὸς καὶ παρὰ τὸν τοῦ ἑτέρου μεγάλου κανθοῦ ἐπὶ μεσόφρυον ὡς χίασμα κατὰ μεσοφρύου γίνεσθαι ἐπ’ εὐθείας παρακειμένη τῇ πρώτῃ ἐπὶ κορυφὴν καὶ ἰνίον· ἀπὸ ἰνίου κλάσαντες ἄγομεν τὸ σπείραμα ἐπὶ λοβὸν ὠτὸς, ἐπὶ σφαίριον ῥινὸς καὶ ἀντικείμενον λοβὸν ὠτὸς ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαίαν. ἔξεστι δὲ καὶ στεφανιαίαν προστιθέναι· ταύτῃ τῇ ἐπιδέσει ἔνιοι δι’ εὐπρέπειαν προστιθέασι τὸ καλούμενον ἡμιῤῥόμβιον οὗ τὴν συντέλειαν παραδεδώκαμεν.

Ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ἐπ’ εὐθείας ἐπὶ κορυφὴν, βρέγμα, μεσόφρυον, κανθὸν μέγαν ἐκ πλαγίων τῆς ῥινὸς ὑπὸ σφαίριον, εἶθ’ ὑπὸ λοβὸν ὠτὸς ἀντικειμένου 

808
καὶ ὑπὲρ τὸ σφαίριον ῥινὸς, εἶθ’ οὕτως ὑπὸ λοβὸν ὠτὸς, ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία.

Ἁρμόζει μὲν ἐφ’ ὧν ἡ πρὸ ταύτης ἐπίδεσις. ἐπιτελεῖται δὲ οὕτω· δέρματος φοινικίνου τὴν ἀρχὴν ἐπιμηκεστέρου, κόλλῃ ἢ κόμμι χρίσαντες κατακολλῶμεν τῇ ῥινὶ κατ’ ἐκεῖνα καθ’ ἃ διέστραπται, τὴν δὲ ἑτέραν ἀρχὴν ἀπάγομεν ὑπὸ λοβὸν ὠτὸς ἐπὶ ἰνίου, ἀπὸ ἰνίου ἐπὶ μέτωπον ὅτε καὶ κατὰ μετώπου κολλῶμεν ὁμοίως.

Μεσότης κατὰ τοῦ ὠτός. τῶν δὲ ὑπὸ τὸ οὖς ἀρχῶν χιασθεισῶν, ἡ μὲν ἐπὶ μέτωπον, ἡ δὲ ἐπὶ κορυφὴν, ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἡ μὲν ἀπὸ μετώπου κατὰ τοῦ χιάσματος ἀγέσθω, ἡ δὲ παρὰ κορυφὴν ἐπὶ μέτωπον καὶ παρὰ μέρος ἁμματιζέσθωσαν· καὶ τῶν ὑποκειμένων ἀρχῶν χιασθεισῶν, ἡ μὲν ὑπὸ γένειον, ἡ δὲ ὄπισθεν ἰνίον κἀκεῖ ἁμματιζέσθωσαν.

Ἀρχὴ ἡ τοῦ ἐπιδέσμου ταττέσθω πλησίον ἰνίου, ὄπισθεν τοῦ πεπονθότος ὠτὸς· ἡ δὲ ἐπινομὴ κατ’

809
αὐτοῦ γιγνέσθω· ὡς εἰ ἐκ μέρους σκεπασθείη τὸ οὖς καὶ ἀναγέσθω τὸ σπείραμα ἐπὶ βρέγμα πλησίον μετώπου καὶ κατὰ τὰ ἐμπρόσθια πλησίον τοῦ ἀντικειμένου ὠτός· εἶθ’ ὑπὸ γένειον καὶ κατὰ τοῦ ὠτὸς ἐπὶ βρέγμα καὶ τὰ ὀπίσθια ἀντικειμένου ὠτὸς καὶ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ ἀπὸ ἰνίου ἐπὶ μέτωπον καὶ ἐπὶ ἰνίον.

Ἀρχὴ ἐπὶ ἰνίῳ, τὸ εἴλημα ὑπὸ λοβὸν ὠτὸς ἀπαθοῦς ἐπὶ βρέγμα καὶ τὰ ἐμπρόσθια τοῦ πεπονθότος ὠτὸς καὶ ὑπὸ γένειον ἀπὸ γενείου ὑπὸ λοβὸν ὠτὸς καὶ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὸν κατὰ τοῦ ὠτὸς, εἶτα μετωπιαία.

Ἡ μεσότης κατὰ τοῦ ἐπιδεσμένου τῆς ἐπιδέσεως τῶν ἀρχῶν, ὧν μὲν κατὰ τοῦ τραχήλου κάτω παρειμένων, ὧν δὲ ἄνω ὡς ἐπὶ κεφαλήν· τούτων αἱ μὲν ἐμπρόσθιοι βρέγμα ἁμματιζέσθωσαν. αἱ δὲ μέσαι ἐπὶ κορυφὴν, πρός τε αὐτὰς καὶ πρὸς τὰς κατὰ τοῦ βρέγματος, αἱ δ’ ὀπίσθιοι ἐπὶ ἰνίον ἀπαχθεῖσαι χιαζέσθωσαν καὶ κατὰ

810
κύκλον περὶ κεφαλὴν καὶ μέτωπον ταχθεῖσαι παρὰ μέρος τῆς κεφαλῆς ἁμματιζέσθωσαν.

Ἑνὸς ἡ μεσότης κατὰ βρέγματος. αἱ δ’ ἀρχαὶ κατὰ παρειῶν ὑπὸ γένειον, ἀπὸ γενείου κατὰ παρειῶν ταῖς πρώταις παράλληλοι ἐπὶ βρέγμα, κἀκεῖ ἁμματιζέσθω. εἰ δὲ τοὺς ὀφθαλμοὺς ἐθέλομεν ἐπιδῆσαι μὴ περὶ τὰς πρώτας, κατὰ δὲ τῶν ὀφθαλμῶν ἀγέσθωσαν, εἶτ’ ἐπὶ βρέγμα καὶ χιασθεῖσαι ἐπὶ ἰνίον ἀγέσθωσαν. δευτέρου δὲ τελαμῶνος ἡ μεσότης κατὰ τοῦ βρέγματος, αἱ δ’ ἀρχαὶ παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ γένειον κἀκεῖ ἁμματιζέσθωσαν. τρίτου δὲ ἡ μεσότης κατὰ τοῦ ὑψώματος τῆς ῥινός. αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς ἐπὶ ἰνίον καὶ χιασθεῖσαι ἐγκύκλιοι ἐπὶ μέτωπον, τὸ δὲ ἄμμα παρὰ μέρος τῆς κεφαλῆς.

Ἀρχὴ κατ’ ἰνίου ἐπ’ εὐθείας ἐπὶ μέτωπον καὶ μεσόφρυον· εἶτ’ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου μετωπιαία. γίνεται δὲ καὶ ἀπὸ δύο ἀρχῶν.

Τὸ μέσον ὃ καὶ συνεχές ἐστι προστίθεμεν τῷ κάτω χείλει. τῶν δ’ ἀρχῶν τὰς ὑπερκειμένας ἄγομεν

811
ἐπὶ γένειον, ἀπὸ γενείου ἐπὶ ἰνίον, ἀπὸ ἰνίου καὶ χιάσαντες παρὰ κορυφὴν καὶ βρέγμα κελεύσαντές τε διακρατεῖσθαι αὐτὰς τὰς λοιπὰς αὐτόθι δύο ἀρχὰς λοβοὺς ἐπὶ γένειον ἄγομεν καὶ χιάσαντες ἐπὶ μέτωπον ἃς καὶ ἀσφαλιζόμεθα σὺν καὶ ταῖς διακρατουμέναις.

Μεσότης κατ’ αὐτοῦ. αἱ δ’ ὑποκείμεναι ἀρχαὶ παρὰ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα χιασθεῖσαι ἐπὶ ἰνίον ἀπαγέσθωσαν. αἱ δ’ ἄλλαι ἀρχαὶ ὑπὸ λοβοὺς ὤτων ἐπὶ ἰνίον καὶ χιασθεῖσαι ἐπὶ μέτωπον καὶ πρὸς ἀλλήλας καταλαμβανέσθωσαν.

Ἡ ἀρχὴ κατ’ ἰνίου. τὸ σπείραμα ὑπὸ λοβὸν ὠτὸς ἐπὶ τὸ κάτω χεῖλος καὶ ὑπὸ λοβὸν ἐπὶ ἰνίον.

Ἡ μεσότης κατὰ τοῦ χείλους, αἱ δ’ ἀρχαὶ ὑπὸ λοβοὺς ἐπὶ ἰνίον τε καὶ μετωπιαία.