De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Σύμμετρον ῥάκος λαβόντες ἐπισχίζομεν εἰς σκέλη ἓξ τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῇ κορυφῇ, τῶν δὲ σκελῶν καὶ τῶν παρειμένων λαβόμενοι τῶν μέσων ἐπιῤῥήγνυμεν τὸ κατὰ τὴν ἕξιν τῶν ὤτων μέρος ὑπό τε τῷ ἀνθερεῶνι προσθέντες τὰς ἀρχὰς ἁμματίζομεν. ἑτέρου δὲ στενοῦ τελαμῶνος τὸ μέσον τῷ ἰνίῳ προσθέντες καὶ τὰ ἄκρα παράγοντες τοῦ μετώπου ἐκ πλαγίων τῆς κεφαλῆς 

783
ἁμματίζομεν· οὕτω τε τὰς λειπομένας τέσσαρας ἀρχὰς ἄγοντες ἐφάπτομεν τὰς μὲν ὀπισθίους πλησίον τοῦ κατὰ τὸν στενὸν τελαμῶνα ἅμματος, τὰς δὲ ἐμπροσθίους παρὰ τὸ ἰνίον. δυνατὸν δὲ καὶ χωρὶς ἁμμάτων τὰς μὲν ὑποβάλλειν, τὰς δὲ ἐμβάλλειν τὴν ὑστάτην ἀγκτηρίζοντα.

Διαιροῦμεν τὸ ῥάκος εἰς σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες, ὃ καὶ ἐπιβάλλομεν τῷ μετώπῳ, τὰς ἀρχὰς δὲ τὰς ἐμπροσθίους ἀπάγομεν ἐπὶ ἰνίον κατὰ τῶν ὀπισθίων ἀρχῶν κατὰ τῶν παρειμένων κἀκεῖ ἁμματίζομεν, ἐπὶ τὰς ἑτέρας δύο ἀρχὰς ἀνακλάσαντες ἄγομεν ἐπὶ κορυφὴν, ὑπ’ αὐτὴν δὲ ἁμματίζομεν. δυνατὸν δὲ τὰς ἐπὶ κορυφῆς ἀγομένας ὑπὸ τὸ γένειον ἀγαγόντας ἁμματίζειν, τούτῳ καὶ ἐπὶ ἰνίῳ χρώμεθα τὰς ἀρχὰς ἐκ πλαγίων τῆς κεφαλῆς ἁμματίζοντες.