De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ἄξιον ἐπισκέψασθαι πρότερον ὡς ἔτυχε τὴν πρώτην τῶν ἐπιδέσμων καταβολὴν ποιεῖσθαι χρὴ καὶ περὶ τούτου ζητητέον ἐστίν· οἱ μὲν γὰρ πρὸ ἡμῶν πάντες τόπους τινὰς ἀφώρισαν τοῦ σώματος, ἐφ’ ὧν δεῖ τὴν θέσιν τῶν ἀρχῶν ποιεῖσθαι, οἷον ἐπὶ κεφαλῆς ἐπιδεομένης. δι’ ὃ δή ποτ’ οὖν τὴν ἀρχὴν κατ’ ἰνίου τάσσουσι κακεῖθεν τὰς ἐπινεμήσεις ἄγοντες συντελοῦσι τὰς ἐπιδέσεις οὐδέν τι ἐστοχασμένοι τοῦ πάθους δι’ ὃ ἐπιδέουσι εἴτε ἁρμοζόντως αὐτὸ τοῦτο πράττουσιν, εἴτε καὶ μή· καὶ ἐπὶ τῶν ἄλλων δὲ μερῶν ἀφωρίσαντό πως ἢ ὑπὸ ἀμαθίας ἢ ἀγνοίας, ὡς εἰκὸς τοῦτο πράττοντες. δεῖ γὰρ τὸν ὀρθῶς ἐπιδέοντα πειρᾶσθαι μὴ μόνον, ὥς φησιν Ἱπποκράτης, ἁρμόζον τὸ εἶδος τῷ εἴδει ποιεῖν, ἀλλὰ καὶ τῷ πάθει τοῦ ἐπιδεομένου. διὸ καὶ ἡμεῖς οὐχ ὅπη ἔτυχεν, ἀλλ’ ὅπη δεῖ τάσσομεν τὰς ἀρχὰς καὶ τὰ πέρατα δὲ τῶν ἐπιδέσεων τιθέναι δεῖ, ὥς φησιν ὁ παλαιός. τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται ὡς ἥκιστα καὶ εὐσταλέστατα περιβάλλειν, οἶον ἰγνύην, ὅπη δὲ

779
περιτείνεται ἁπλᾶ τε καὶ πλατέα, οἷον ἡ μύλη. προσπεριβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα. ἀναλήψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γόνατος. ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέραν μασχάλην περιβολὴ, βουβῶνος δὲ ἡ περὶ τὸν ἕτερον κενεῶνα καὶ κνήμης ἡ ὑπὲρ τὴν γαστροκνημίην. ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ κάτωθεν ἡ ἀντίληψις, οἷσι δὲ κάτω τὸ ἐναντίον, οἷσι δὲ μή ἐστιν, οἷον ἡ κεφαλὴ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα κατέχειν ἐπιδεῖν εὖ προσήκει στοχαζόμενον καὶ τῶν κατὰ τὴν ἐνέργειαν ἀριθμῶν. δύο γὰρ ὄντων ἐνεργειῶν εἰδέων, ὥς φησιν Ἱπποκράτης· μιᾶς μὲν καθ’ ἣν συντελοῦμεν, ἑτέρας δὲ καθ’ ἣν συντελεύσαμεν, ἐν ἀμφοτέροις φροντίδα πεποιεῖσθαι δεῖ τοῦ ἐν μὲν τῷ ἐπιδεῖν ἐργάζεσθαι
780
ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως. ταχέως μὲν σκοπὸν ἔχοντα ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν, εὐπόρως δὲ ἐς πᾶν ἑτοίμως, εὐρύθμως δὲ δρῆσθαι ἡδέως. ἐπιδεδεκότα δὲ ἔχειν πάσας τὰς ἔμπροσθεν εἰρημένας ἀρειὰς ἀγαθῶς καὶ καλῶς καὶ τὰ λοιπά.

Περὶ δὲ εὐχρησίας τῶν ἐπιδεομένων τάδε χρὴ εἰδέναι· ὡς τῶν ἐπιδέσεων αἱ μὲν ἰωμένοις τισὶν ὑπηρετοῦσι συνοχῆς χάριν παραλαμβανόμεναι, αἱ δὲ οὐκ εἰς τοῦτο, εἰς δὲ τὸ αὐτουργῆσαι παραλαμβάνονται, αὗται τὴν ἴασιν πεπιστευμέναι, ἐφ’ ὧν μάλιστα ἠκριβωκέναι δεῖ, ὅπη ποτὲ τακτέον τὴν ἀρχὴν καὶ ὅθεν τὰς ἐπινεμήσεις ποιητέον, καί που τελευτητέον· ὧν ἕκαστα διὰ γραφῆς μὲν τἀκριβὲς παραδοῦναι οὐχ οἷόν τε. ἀφορμὰς δὲ παρασχεῖν, δι’ ὧν εἶ ἐπιλόγιστος ἐν τοῖς ἐπὶ μέρους ἔσται ὁ ἰατρὸς ἐπιστάμενος φύσιν τε ἑκάστου τῶν μερῶν ὡς ἔχει εὐφόρως πρός τε ἐπίδεσιν καὶ ἀνάληψιν καὶ θέσιν. ἐπιστάμενος δὲ καὶ τι δύναται ἐπίδεσις· δύναται τοίνυν ἐπίδεσις τὰ μὲν ἀφεστῶτα

781
προστεῖλαι, τὰ δὲ ἐκτετραμμένα συστεῖλαι, τὰ δὲ διεστραμμένα διορθῶσαι καὶ τὰ ἐναντία πάντων χρῆσθαι, ἐπιδεῖν δὲ μὲν ἀφεστῶτα, ὥστε τὰ μετέωρα. δεῖ δὲ τῆς ἕδρας ψαύειν, τοῦτ’ ἔστι τῶν ἑδραίων ἀφ’ ὧν ἀπέστη καὶ εἰ μετεωρισθῇ· μὴ πιέζειν δὲ καὶ μὴ ἦρχθαι μὲν ἐκ τοῦ ὑγιέος, τελευτῆσαι δ’ εἰς τὸ ἕλκος ὡς τὸ μὲν ὑπεὸν ἐξάγηται, ὅπερ ἐστὶν ἐκθλίβηται, ἕτερον δὲ μὴ ἐπισυλλέγηται. ἐφ’ ὧν δ’ ἂν ἀποστήσασθαι βουληθῶμεν πάντα τἀναντία χρὴ ποιεῖν τοῖς συναγομένοις, ἐφ’ ὧν δὲ ἐκπεπετασμένα ὅπερ ἐστὶν ἐκτετραμμένα, ἐκ πολλοῦ δὲ βουλόμεθα συναγαγεῖν τὰ μὲν ἄλλα τὰ αὐτὰ ποιητέον. ἐκ πολλοῦ δέ τινος τὴν συναγωγὴν καὶ ἐκ προσαγωγῆς τὴν πίεσιν ποιεῖσθαι τὸ πρῶτον ἥκιστα, ἑξῆς ἔτι μᾶλλον ὅρον τοῦ μᾶλλον τοῦ συμψαύειν καὶ ἡρμόσθαι, μὴ ἐρηρεῖσθαι δέ. ὑφ’ ὧν δὲ δεῖ συνηγμένα διαστῆσαι ἐν φλεγμονῇ ἐληνέειν, ἄνευ δὲ φλεγμονῆς παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ διεστραμμένα διορθῶσαι
782
τὰ μὲν ἄλλα ταῦτα. δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπάγειν, τὰ δὲ ἐναντία ἐναντίως· ἅπαντα δὲ ταῦτα ὥσπερ νόμους ἐπιστάμενόν τε καὶ διαφυλάττοντα ἑκάστῳ πάθει τὸ κατάλληλον αὐτῶν αἱρεῖσθαι, μὴ προσέχοντα εἰς τόπους τινάς. ἡμεῖς ἀφορίζομεν τὰ νῦν ἐπιδέοντες, ἀφ’ ὧν δεῖ τῆς ἐπινεμήσεως ἄρχεσθαι· διὰ γραφῆς γὰρ καθ’ ἓν ἐξηργασμένον οὐ ῥᾳδίως ἦν εἰπεῖν· εὐδήλου δὲ διδασκαλίας χάριν ἡμεῖς ἐν τῇ παραδόσει τῶν ἐπιδέσμων τόπους ἀφορίζομεν, ἀφ’ ὧν ἄρχεσθαι δεῖ, αὐτῶν δ’ ἐπὶ τῶν ἔργων τὸ κατάλληλον αἱρεῖσθαι προσήκει.