De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ἀρχὴ ἐπὶ ἰνίῳ, τὸ εἴλημα ὑπὸ λοβὸν ὠτὸς ἀπαθοῦς ἐπὶ βρέγμα καὶ τὰ ἐμπρόσθια τοῦ πεπονθότος ὠτὸς καὶ ὑπὸ γένειον ἀπὸ γενείου ὑπὸ λοβὸν ὠτὸς καὶ ἐπὶ ἰνίον, ἀπὸ ἰνίου λοξὸν κατὰ τοῦ ὠτὸς, εἶτα μετωπιαία.

Ἡ μεσότης κατὰ τοῦ ἐπιδεσμένου τῆς ἐπιδέσεως τῶν ἀρχῶν, ὧν μὲν κατὰ τοῦ τραχήλου κάτω παρειμένων, ὧν δὲ ἄνω ὡς ἐπὶ κεφαλήν· τούτων αἱ μὲν ἐμπρόσθιοι βρέγμα ἁμματιζέσθωσαν. αἱ δὲ μέσαι ἐπὶ κορυφὴν, πρός τε αὐτὰς καὶ πρὸς τὰς κατὰ τοῦ βρέγματος, αἱ δ’ ὀπίσθιοι ἐπὶ ἰνίον ἀπαχθεῖσαι χιαζέσθωσαν καὶ κατὰ

810
κύκλον περὶ κεφαλὴν καὶ μέτωπον ταχθεῖσαι παρὰ μέρος τῆς κεφαλῆς ἁμματιζέσθωσαν.