De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Μεσότης κατὰ τοῦ ὠτός. τῶν δὲ ὑπὸ τὸ οὖς ἀρχῶν χιασθεισῶν, ἡ μὲν ἐπὶ μέτωπον, ἡ δὲ ἐπὶ κορυφὴν, ἐπὶ ἰνίον· ἀπὸ ἰνίου ἡ μὲν ἀπὸ μετώπου κατὰ τοῦ χιάσματος ἀγέσθω, ἡ δὲ παρὰ κορυφὴν ἐπὶ μέτωπον καὶ παρὰ μέρος ἁμματιζέσθωσαν· καὶ τῶν ὑποκειμένων ἀρχῶν χιασθεισῶν, ἡ μὲν ὑπὸ γένειον, ἡ δὲ ὄπισθεν ἰνίον κἀκεῖ ἁμματιζέσθωσαν.
Ἀρχὴ ἡ τοῦ ἐπιδέσμου ταττέσθω πλησίον ἰνίου, ὄπισθεν τοῦ πεπονθότος ὠτὸς· ἡ δὲ ἐπινομὴ κατ’
809
αὐτοῦ γιγνέσθω· ὡς εἰ ἐκ μέρους σκεπασθείη τὸ οὖς καὶ ἀναγέσθω τὸ σπείραμα ἐπὶ βρέγμα πλησίον μετώπου καὶ κατὰ τὰ ἐμπρόσθια πλησίον τοῦ ἀντικειμένου ὠτός· εἶθ’ ὑπὸ γένειον καὶ κατὰ τοῦ ὠτὸς ἐπὶ βρέγμα καὶ τὰ ὀπίσθια ἀντικειμένου ὠτὸς καὶ ὑπὸ γένειον καὶ λοβὸν ὠτὸς ἐπὶ ἰνίον καὶ ἀπὸ ἰνίου ἐπὶ μέτωπον καὶ ἐπὶ ἰνίον.