De fasciis
Pseudo-Galen
Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.
Σχίζομεν τὸ ῥάκος σκέλη τέσσαρα τὸ μέσον συνεχὲς ἐῶντες ὃ καὶ ὑπὸ τὸ σφαίριον τάξαντες τὰς ὑπερκειμένας κάτω παρίεμεν, τὰς δὲ ὑποκειμένας πρώτην ἄγομεν ἐπὶ τὰ μῆλα καὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα,
802
καὶ χιάσαντες συνέχειν ὑπηρέτῃ κελεύομεν. τὰς δ’ ἄλλας δύο ἀρχὰς ὑπὸ λοβοὺς ἐπὶ ἰνίον χιάσαντες ἐγκυκλίους ἐπὶ μέτωπον καὶ ἐπὶ μέρος τῆς κεφαλῆς ἀναλαμβανόμενοι καὶ τὰς διακρατουμένας ἐπὶ ἰνίον ἄγοντες καταλαμβάνομεν. Μία ἡ μεσότης ὑπὸ σφαίριον. αἱ δ’ ἀρχαὶ ἐπὶ τοὺς ἔξω κανθοὺς ἐπὶ βρέγμα καὶ χιασθεῖσαι διακρατείσθωσαν, ἄλλη δὲ μεσότης ὑπὸ τὸ σφαίριον τῆς ῥινός. αἱ δ’ ἀρχαὶ καὶ ὑπὸ λοβοὺς καὶ ἐπὶ ἰνίον ἁμματίζονται, τρίτη μεσότης κατὰ μετώπου, αἱ δ’ ἀρχαὶ ἐγκύκλιοι πρὸς κεφαλὴν καὶ τὸ ἅμμα παρὰ μέρος τῆς κεφαλῆς.