De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Ὁμοίως τῷ λοξῷ τῆς τιθεμένης μεσότητος κατ’ ἰνίου καὶ ἢ ἄνωθεν ἢ κάτωθεν ἀγομένων τῶν ἀρχῶν, τίθεται δὲ ὑπὸ γένειον μεσότης.

Πλάτος ἕκαστος τελαμὼν ὅσῳ σκεπάσαι τὴν ῥῖνα, μήκει δὲ ὡς διπλοῦν ἀπὸ ῥινὸς ἐπ’ εὐθείας ἐπὶ ἰνίον δύνασθαι χωρίσαι. τὴν ἀρχὴν τάττομεν κατ’ ἰνίου, τὸ δὲ λοιπὸν ἄγομεν εὐθείας ἐπὶ κορυφὴν βρέγματος ῥινὸς

801
ὕψωμα. τὸ δὲ λοιπὸν παρειμένον κατὰ τοῦ προσώπου, ὃ καὶ σχίζομεν ἐπ’ εὐθείας εἰς σκέλη δύο ἄχρι τοῦ ἄνω χείλους ἔπειθ’ οὕτως ἄλλου στενοῦ τελαμῶνος, ἐπιμηκεστέρου δὲ, τὴν μεσότητα τίθεμεν ὑπὸ σφαιρίῳ τῆς ῥινὸς καὶ ἐπὶ τῶν παρειμένων τοῦ προσώπου σκελῶν. ἄγομέν τε τὰς ἀρχὰς ὑπὸ λοβοὺς ὤτων ὑπ’ ἰνίον κατὰ τῆς προεμβεβλημένης χίασμα ποιοῦντες· δόντες τε ὑπηρέτῃ ἑξῆς κατὰ τοῦ προσώπου σκέλη ἄγομεν, ἀνακλάσαντες παρ’ ἑκάτερον μέρος τῆς ῥινὸς ἐπὶ μεσόφρυον κατ’ αὐτοῦ χίασμα γίγνεσθαι καὶ τὰς ἀρχὰς λοξῶς ἐπὶ κορυφῆς ἐπὶ ἰνίον ἀφάψαντές τε πρὸς τὸ αὐτὸ πέρας ἐπάγομεν τὰς διακρατουμένας ὑπὸ τοῦ ὑπηρέτου ἀρχὰς μετωπιαίας συντελοῦμεν, οὐ τὰ πέρατα πρὸς ἄλληλα ἅμματι ἢ ὡς ἀγκτῆρι ἐκ πλαγίων τῆς κεφαλῆς ἀναλαμβανομένων.