De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Τὸ ἡμιῤῥόμβιον προσλαβὸν τὰ καλούμενα ὦτα οὕτως ὀνομάζεται. ἐπιδεῖται δ’ ἤτοι εὐπρεπείας χάριν ἐν μονομαχίαις ἢ χάριν τοῦ κράτημα γίγνεσθαι τῆς κεφαλῆς ἐπὶ προσώπου τινὸς συμπτώματος μεθοδευομένου· ἀλλ’ 

798
εἰ μὲν εὐπρεπείας ἕνεκα ἐπιδέοιτο βραχέα εἶναι δεῖ ταῦτα καὶ ἐν μέσῳ τῷ μετώπῳ τετάχθαι. οὕτω γὰρ ἂν τὴν ἐμφέρειαν πρὸς τὸ ζῶον ἀποσώζοι· εἰ δὲ κρατήματος μεγάλα, ἵνα τις λαβόμενος τῶν δακτύλων ἀγκύλων κρατεῖν δύναται καὶ ἐν μέσῳ.

Ἐπιτελεῖται δ’ οὕτως· ὁ βρόχος ὁ καλούμενος βουκολικὸς ἢ δι’ ἀγκυλωμάτων, συντόμῳ ἐν τῷ περὶ βρόχων ἐκδεδώκαμεν πολλάκις, ἔξ ἑνὸς μέρους τοῦ ἐπιδέσμου ἐπὶ μετώπου τάσσεται καὶ ἐπ’ αὐτῷ ἐπιτελεῖται τὸ ἡμιῤῥόμβιον ἢ πλινθίον καλούμενον.