De fasciis

Pseudo-Galen

Pseudo-Galen. Opera Omnia, Volume 18.1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1829.

Αὕτη ἁρμόζει ἐπὶ τῶν κατὰ πολλὰ μέρη τῆς κεφαλῆς καὶ τῶν παρειῶν ἐχόντων τραῦμα. τῇ λοξῇ διμερεῖ φορβέαν συνεπίδησον καὶ μετὰ ταῦτα καὶ Γλαυκίου σκάφιον, εἶτα οὕτω τὰς διμερεῖς φορβέας. ἔνιοι θεατρικώτερον βουλόμενοι κέφαλον ἑτοιμάσαντες ἐπιῤῥάπτουσιν. ἡ αὐτὴ γίνεται ἄλλως καὶ ἄνευ τῆς λοξῆς φορβέας καὶ τῶν γενειάδων.

Σύμμετρον μέρος τῆς ταινίας ἐάσας κατὰ προσώπου κρέμασθαι, ἕλκε τὸ σπείραμα ἐπ’ εὐθείας ἐπὶ ἰνίον κἀκεῖθεν ἐπίδει τὴν εὐθεῖαν φορβέαν μέχρι τοῦ σκεπούσης ὅλης παρειὰς καὶ τῆς κεφαλῆς καὶ ἐπὶ τέλει τὴν κατὰ προσώπου παρειμένην ἀρχὴν ἀνακλάσας εὐθυτενῶς ἐπὶ κορυφὴν ἄπαγε ἐπὶ ἰνίον καὶ καταλαβοῦ ὁμοίως, ἐὰν θέλῃς ἐπιθεὶς τὸν λοβόν.