Liber de philosophorum sectis (epitome ap. Stobaeum)

Arius Didymus

Arius Didymus. Fragmenta Philosophorum Graecorum, 2. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

Τεθεωρημένων δὲ τούτων, καὶ ταῦτα διαλάβωμεν· εἶναι μὲν γὰρ τὴν ἠθικὴν ἀρετὴν κοινῶς ἕξιν προαιρετικὴν τῶν μέσων ἡδονῶν τε καὶ λυπῶν, στοχαστικὴν τοῦ καλοῦ ᾗ καλόν, τὴν δὲ κακίαν ὑπεναντίαν εἶναι αὐτῇ· κοινὴν δὲ δοξαστικῆς καὶ ἠθικῆς ἕξιν θεωρητικήν, καὶ προαιρετικήν, καὶ πρακτικὴν τῶν ἐν ταῖς πράξεσι καλῶν· τὴν δὲ τέχνην καὶ ἐπιστήμην καὶ τὸν νοῦν κοινὴν ἀκρότητα λογικῆς κατασκευῆς εἶναι θεωρητικὴν καὶ πρακτικήν· σοφίαν δέ, ἐπιστήμην τῶν πρώτων αἰτιῶν· φρόνησιν δέ, ἕξιν βουλευτικὴν καὶ πρακτικὴν ἀγαθῶν καὶ καλῶν ᾗ καλά· ἀνδρείαν δέ, ἕξιν ἐν θαῤῥήσει καὶ φόβοις τοῖς μέσοις ἄμεμπτον· σωφροσύνην δέ, ἕξιν ἐν αἱρέσει καὶ φυγῇ ἀμέμπτως ποιοῦσαν, δι’ αὐτὸ τὸ καλόν· πραότητα δέ, ἕξιν μέσην ὀργιλότητος καὶ ἀναλγησίας· ἐλευθεριότητα δέ, μεσότητα ἀσωτίας καὶ ἀνελευθερίας· μεγαλοψυχίαν δέ, μεσότητα χαυνότητος καὶ μικροψυχίας· μεγαλοπρέπειαν δέ μεσότητα ἀλαζονείας καὶ μικροπρεπείας· νέμεσιν δὲ μεσότητα φθονερίας καὶ ἐπιχαιρεκακίας· σεμνότητα δὲ μεσότητα αὐθαδείας καὶ ἀρεσκείας· αἰδῶ δὲ μεσότητα ἀναισχυντίας καὶ καταπλήξεως· εὐτραπελίαν δὲ μεσότητα βωκαὶ ἀγροικίας· φιλίαν δὲ μεσότητα κολακείας καὶ ἔχθρας· ἀλήθειαν δὲ μεσότητα εἰρωνείας

καὶ ἀλαζονείας· δικαιοσύνην δὲ μεσότητα ὑπεροχῆς καὶ ἐλλείψεως, καὶ πολλοῦ καὶ ὀλίγου. Πολλῶν δὲ καὶ ἄλλων οὐσῶν ἀρετῶν, τῶν μὲν καθ’ αὑτάς, τῶν δὲ ἐν εἴδεσι τῶν εἰρημένων (οἷον ὑπὸ μὲν τὴν δικαιοσύνην εὐσεβείας, ὁσιότητος, χρηστότητος, εὐκοινωνησίας, εὐσυναλλαξίας· ὑπὸ δὲ τὴν σωφροσύνην, εὐκοσμίας, εὐταξίας, αὐταρκείας,) ἐπιδραμεῖν οὐκ ἄτοπον καὶ τοὺς τούτων ὅρους. Εὐσέβειαν μὲν οὖν εἶναι ἕξιν θεῶν καὶ δαιμόνων θεραπευτικήν, μεταξὺ οὖσαν ἀθεότητος καὶ δεισιδαιμονίας· ὁσιότητα δέ, ἕξιν δικαίων τῶν πρὸς τοὺς θεοὺς καὶ κατοιχομένους τηρητικήν, μεταξὺ ἀνοσιότητος οὖσαν καὶ ἀνωνύμου τινός· χρηστότητα δέ, ἕξιν ἑκουσίως εὐποιητικὴν ἀνθρώπων, αὐτῶν ἐκείνων χάριν, μεταξὺ πονηρίας οὖσαν καὶ ἀνωνύμου· εὐκοινωνησίαν δέ, ἕξιν ἀμέμπτους ἐν κοινωνίᾳ παρεχομένην, μεταξὺ ἀκοινωνησίας οὖσαν καὶ ἀνωνύμου· εὐσυναλλαξίαν δέ, ἕξιν εὐλαβητικὴν τῆς ἐν τοῖς συμβαλλομένοις ἀδικίας, μεταξὺ ἀσυναλλαξίας οὖσαν καὶ ἀνωνύμου, (τὴν δὲ ἀνώνυμον κατὰ τὸ ἀκροδίκαιον εἶναί πως·) εὐκοσμίαν δέ, ἕξιν περί τε κινήσεις καὶ σχέσεις τηρητικὴν τοῦ πρέποντος, μεταξὺ οὖσαν ἀκοσμίας καὶ ἀνωνύμου· εὐταξίαν δέ, ἕξιν στοχαστικὴν τοῦ περὶ τάξιν καλοῦ, μεταξὺ ἀταξίας οὖσαν καὶ ἀνωνύμου· αὐτάρκειαν δέ, ἕξιν ἀρκουμένην τοῖς τυχοῦσι μετὰ ἐλευθεριότητος, μεταξὺ πτωχείας οὖσαν καὶ πολυτελείας· εὐψυχίαν δέ, ἕξιν ἀήττητον ἐν δεινῶν ὑπομοναῖς, μεταξὺ ἀψυχίας καὶ ἀρειμανιότητος· φιλοπονίαν δέ, ἕξιν ἀνένδοτον πόνοις, ἐξεργαστικὴν τοῦ καλοῦ, μεταξὺ μαλακίας τε καὶ ματαιοπονίας. Τὴν δ’ ἐκ πασῶν τῶν ἠθικῶν ἀρετὴν συνεστηκυῖαν λέγεσθαι μὲν καλοκαγαθίαν, τελείαν δὲ ἀρετὴν εἶναι, τά τε ἀγαθά, ὠφέλιμα καὶ καλὰ ποιοῦσαν, τά τε καλὰ δι’ αὑτὰ αἱρουμένην.

Διωρισμένων δ’ ἱκανῶς τῶν περὶ τὰς ἀρετάς, καὶ σχεδὸν τῶν πλείστων ἀνειλημμένων κεφαλαίων τοῦ ἠθικοῦ τόπου, ἀναγκαῖον ἐφεξῆς καὶ περὶ τοῦ οἰκονομικοῦ τε καὶ πολιτικοῦ διελθεῖν, ἐπειδὴ φύσει πολιτικὸν ζῷον ἄνθρωπος. Πολιτεία δὲ πρώτη, σύνοδος ἀνδρὸς καὶ γυναικὸς κατὰ νόμον ἐπὶ τέκνων γενέσει καὶ βίου κοινωνίᾳ. Τοῦτο δὲ προσονομάζεται μὲν οἶκος, ἀρχὴ δὲ πόλεώς ἐστι, περὶ οὗ δὴ καὶ λεκτέον. Μικρὰ γάρ τις ἔοικεν εἶναι πόλις ὁ οἶκος, εἴγε κατ’ εὐχὴν αὐξομένου τοῦ γάμου, καὶ τῶν παίδων ἐπιδιδόντων, καὶ συνδυαζομένων ἀλλήλοις, ἕτερος οἶκος ὑφίσταται, καὶ τρίτος οὕτω καὶ τέταρτος, ἐκ δὲ τούτων κώμη καὶ πόλις. Πλειόνων γὰρ γενομένων κωμῶν, πόλις ἀπετελέσθη. Δι’ ὃ καὶ τὰ σπέρματα καθάπερ τῆς γενέσεως τῇ πόλει παρέσχεν ὁ οἶκος, οὕτω καὶ τῆς πολιτείας. Καὶ γὰρ βασιλείας ὑπογραφὴν εἶναι περὶ τὸν οἶκον, καὶ ἀριστοκρατείας, καὶ δημοκρατίας. Γονέων μὲν γὰρ πρὸς τέκνα κοινωνίας τὸ σχῆμα βασιλικόν· ἀνδρῶν δὲ πρὸς γυναῖκας, ἀριστοκρατικόν· παίδων δὲ

πρὸς ἀλλήλους, δημοκρατικόν. Συνέρχεται γὰρ τῷ θήλει τὸ ἄῤῥεν κατὰ πόθον τεκνώσεως, καὶ τῆς τοῦ γένους διαμονῆς· ἐφίεσθαι γὰρ ἑκάτερον γεννήσεως. Συνελθόντων δὲ καὶ συνεργὸν τῆς κοινωνίας προσλαμβανομένων, εἴτε φύσει δοῦλον, (ἰσχυρὸν μὲν τῷ σώματι πρὸς ὑπηρεσίαν, νωθῆ δὲ καὶ καθ’ ἑαυτὸν ἀδύνατον διαζῆν ᾧ τὸ ἄρχεσθαι συμφέρει,) εἴτε καὶ νόμῳ δοῦλον, ἐκ τῆς ἐπὶ τὸ αὐτὸ συνόδου, καὶ τῆς πάντων πρὸς ἓν συμφέρον προμηθείας, οἶκον συνίστασθαι. Τούτου δὲ τὴν ἀρχὴν κατὰ φύσιν ἔχειν τὸν ἄνδρα. Τὸ γὰρ βουλευτικὸν ἐν γυναικὶ μὲν χεῖρον, ἐν παισὶ δ’ οὐδέπω, περὶ δούλους οὐδ’ ὅλως· τὴν δ’ οἰκονομικὴν φρόνησιν, διοικητικὴν οὖσαν αὐτοῦ τε καὶ τῶν κατ’ οἶκον, οἰκείαν ἀνδρὸς ὑπάρχειν. Ταύτης δὲ τὸ μὲν εἶναι πατρικόν, τὸ δὲ γαμικόν, τὸ δὲ δεσποτικόν, τὸ δὲ χρηματιστικόν. Δεῖν γάρ, ὥσπερ στρατιᾷ μὲν παρασκευῆς, πόλει δὲ προσόδων, τέχνῃ δ’ ὀργάνων, οὕτω καὶ οἴκῳ τῶν ἀναγκαίων. Διττὰ δὲ ταῦτα, πρός τε τὸ κοινότερον ζῆν, καὶ πρὸς τὸ εὖ. Τούτων γὰρ πρῶτον ἔχειν δεῖ πρόνοιαν τὸν οἰκονομικόν, ἢ τὰς προσόδους αὔξοντα διὰ πορισμῶν ἐλευθερίων, ἢ τὰ δαπανήματα συστέλλοντα· μέγιστον γὰρ τοῦτο τὸ κεφάλαιον τῆς οἰκονομικῆς. Δι’ ὃ καὶ πολλῶν ἔμπειρον εἶναι τὸν οἰκονομικόν, γεωργίας, προβατείας, μεταλλείας, ἵνα τοὺς λυσιτελεστάτους ἅμα καὶ δικαιοτάτους καρποὺς διαγιγνώσκῃ. Τῆς δὲ χρηματιστικῆς τὴν μὲν εἶναι κρείττω, τὴν δὲ χείρω. Κρείττω μὲν τὴν φύσει γιγνομένην, χείρω δὲ τὴν διὰ καπηλικῆς. Καὶ ταῦτα μὲν περὶ τῆς οἰκονομικῆς εἰρημένα ἀπόχρη.

Περὶ δὲ πολιτικῆς ταῦτ’ ἂν εἴη κεφάλαια· πρῶτον μὲν ὅτι συνέστησαν αἱ πόλεις τῇ μὲν διὰ τὸ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον, τῇ δὲ διὰ τὸ συμφέρον. Εἶτα ὅτι ἡ τελειοτάτη κοινωνία πόλις ἐστί, καὶ ὅτι πολίτης ἐστίν, ᾧ μέτεστι πολιτικῆς ἀρχῆς. Πόλις δὲ τὸ ἐκ τῶν τοιούτων πλῆθος ἱκανὸν πρὸς αὐτάρκειαν ζωῆς. Τοῦ δὲ πλήθους ὅρον εἶναι τοιοῦτον, ὥστε μήτε τὴν πόλιν ἀσυμπαθῆ, μήτ’ εὐκαταφρόνητον ὑπάρχειν, παρεσκευάσθαι δὲ καὶ τὰ πρὸς τὴν ζωὴν ἀνενδεῶς, καὶ τὰ πρὸς τοὺς ἔξωθεν ἐπιόντας ἱκανῶς. Εἶναι γὰρ τῆς φρονήσεως τὸ μὲν οἰκονομικόν, τὸ δὲ νομοθετικόν, τὸ δὲ πολιτικόν, τὸ δὲ στρατηγικόν. Οἰκονομικὸν μέν, ὡς εἶπον, τὸ διοικητικὸν αὐτοῦ τε καὶ τῶν περὶ οἶκον, νομοθετικὸν δέ, τὸ περὶ τὴν θέσιν καινῶν νόμων, πολιτικὸν δέ, τὸ τῆς πόλεως διοικητικόν, στρατηγικὸν δέ, τὸ περὶ τὴν θεωρίαν καὶ διοίκησιν τῶν στρατοπέδῳ συμφερόντων. Ἄρχειν δ’ ἀναγκαῖον τῶν πόλεων ἢ ἕνα ἢ ὀλίγους ἢ πάντας. Τούτων δὲ ἕκαστον ὀρθῶς ἢ φαύλως ἔχειν. Ὀρθῶς μέν, ὅταν οἱ ἄρχοντες τοῦ κοινῇ συμφέροντος στοχάζωνται· φαύλως δέ, ὅταν τοῦ ἰδίου. Τὸ δὲ φαῦλον παράβασιν εἶναι τοῦ ὀρθοῦ. Βασιλείαν μὲν οὖν καὶ ἀριστοκρατίαν καὶ δημοκρατίαν ἐφίεσθαι τοῦ ὀρθοῦ· τυραννίδα δὲ καὶ ὀλιγαρχίαν καὶ ὀχλοκρατίαν τοῦ φαύλου. Γίγνεσθαι δέ τινα καὶ μικτὴν ἐκ τῶν ὀρθῶν πολιτειῶν ἀρχήν. Μεταβάλλειν δὲ τὰς πολιτείας πολλάκις πρὸς τὸ ἄμεινον καὶ τὸ χεῖρον. Καθόλου δ’ ἀρίστην εἶναι πολιτείαν τὴν κατ’ ἀρετὴν διακεκοσμημένην, χειρίστην δὲ τὴν κατὰ κακίαν. Ἄρχειν δὲ καὶ βουλεύειν καὶ δικάζειν

ἐν μὲν ταῑς δημοκρατίαις ἐκ πάντων, ἢ αἱρέσει ἢ κλήρῳ· ἐν δὲ ταῑς ὀλιγαρχίαις ἐκ τῶν εὐπόρων· ἐν δὲ ταῑς ἀριστοκρατίαις ἐκ τῶν ἀρίστων. Στάσεις δ’ ἐν ταῑς πόλεσι γίγνεσθαι τὰς μὲν κατὰ λόγον, τὰς δὲ κατὰ πάθος. Κατὰ λόγον μέν, ὅταν οἱ ἴσοι ὄντες ἄνισα ἔχειν ἀναγκάζωνται· κατὰ πάθος δέ, διὰ τιμήν, ἢ φιλαρχίαν, ἢ κέρδος, ἢ εὐπορίαν. Καταλύεσθαι δὲ τὰς πολιτείας διὰ δύο αἰτίας, ἢ βίᾳ, ἢ ἀπάτῃ. Μονιμωτέρας δὲ γίγνεσθαι τοῦ κοινῇ συμφέροντος ἐπιμελουμένας. Δικαστήρια δέ, καὶ βουλευτήρια, καὶ ἐκκλησίας, καὶ ἀρχὰς διωρίσθαι ταῑς πολιτείαις οἰκείως. Κοινοτάτας δ’ ἀρχὰς εἶναι ἱερωσύνην θεῶν, στρατηγίαν, ναυαρχίαν, ἀγορανομίαν, γυμνασιαρχίαν, γυναικονομίαν, παιδονομίαν, ἀστυνομίαν, ταμιείαν, νομοφυλακίαν, πρακτορείαν. Τούτων δ’ εἶναι τὰς μὲν κατὰ πόλεις, τὰς δὲ κατὰ πόλεμον, τὰς δὲ περὶ τοὺς λιμένας καὶ τὰς ἐμπορίας. Πολιτικοῦ δ’ ἀνδρὸς ἔργον εἶναι καὶ τὸ διορθῶσαι πολιτείαν, ὃ πολὺ χαλεπώτερον φαίνεται τοῦ κτίσαι· καὶ τὸ διανεῖμαι τοῦ πλήθους τῶν ἀνθρώπων τὸ μὲν πρὸς τἀναγκαῖα, τὸ δὲ πρὸς τὰ σπουδαῑα. Δημιουργοὺς μὲν γὰρ καὶ θῆτας καὶ γεωργούς, καὶ ἐμπόρους, πρὸς τὸ ἀναγκαῖον, ὑπηρέτας γὰρ εἶναι τοῖς πολιτικοῑς τούτους· τὸ δὲ μάχιμον πᾶν καὶ βουλευτικὸν κυριώτερον εἶναι, διὰ τὸ ἀρετῆς ἐπιμελεῖσθαι, καὶ περὶ τὰ καλὰ σπουδάζειν. Τούτων δὲ τὸ μὲν πρεσβύτερον προβουλεύειν, τὸ δὲ γεραρώτερον θεραπεύειν τὸ θεῖον, τὸ δὲ νέον ἅπαν προπολεμεῑν. Ταύτην δ’ ἀρχαίαν εἶναι πάνυ τὴν διάταξιν, Αἰγυπτίων πρώτων καταστησαμένων, πολιτικῶν δὲ καὶ τῶν ἄλλων οὐχ ἧττον· καὶ τὸ τὰ ἱερὰ τῶν θεῶν ἐν τοῖς ἐπιφανεστάτοις ἱδρῦσθαι τόποις· καὶ τὸ τῆς τῶν ἰδιωτῶν χώρας τὸ μὲν ἕτερον πρὸς ταῖς ἐσχατιαῑς διατετάχθαι, τὸ δ’ ἕτερον πρὸς τῇ πόλει, ἵνα δύο κλήρων ἑκάστῳ νεμηθέντων, ἀμφότερα τὰ μέρη τῆς χώρας εὐσύνοπτα ὑπάρχῃ. Χρήσιμον δὲ καὶ τὸ νομοθετεῖν συσσίτια ποιεῖσθαι, καὶ τὸ περὶ τῆς κοινῆς παιδείας τῶν τέκνων σπουδάζειν· καὶ τὸ πρὸς τὴν ῥώμην τῶν σωμάτων καὶ τελειότητα δεῑν μήτε νεωτέρων ἄγαν μήτε πρεσβυτέρων τοὺς γάμους ποιεῑσθαι, ἀτελῆ γὰρ γίγνεσθαι κατ’ ἀμφοτέρας τὰς ἡλικίας καὶ τελείως ἀσθενῆ τὰ ἔκγονα. Καὶ τὸ νομοθετεῑν δὲ μηδὲν ἐκτρέφειν πεπηρωμένον, μηδ’ ἐκτιθέναι τέλειον, μηδ’ ἐξαμβλοῦν, συμφορώτατον δήπου. Καὶ τῶν μὲν πολιτικῶν τὰ κεφάλαια ταῦτα.