Liber de philosophorum sectis (epitome ap. Stobaeum)

Arius Didymus

Arius Didymus. Fragmenta Philosophorum Graecorum, 2. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

Τῶν δὲ παθῶν καὶ ὁρμῶν τὰ μὲν εἶναι ἀστεῖα, τὰ δὲ φαῦλα, τὰ δὲ μέσα. Ἀστεῖα μέν, φιλίαν, χάριν, νέμεσιν, αἰδῶ, θάρσος, ἔλεον· φαῦλα δέ, φθόνον, ἐπιχαιρεκακίαν, ὕβριν· μέσα δέ, λύπην, φόβον, ὀργήν, ἡδονήν, ἐπιθυμίαν. Τούτων δὲ τὰ μὲν αἱρετέον καθάπαξ, τὰ δὲ ὁριστέον. Πᾶν δὲ πάθος περὶ ἡδονὴν συνίστασθαι καὶ λύπην, δι’ ὅ καὶ περὶ ταύτας τὰς ἠθικὰς ἀρετὰς ὑπάρχειν. Φιλαργυρίαν δέ, καὶ φιληδονίαν, καὶ ἐρωτομανίαν, καὶ τὰ τοιαῦτα, ἕξεις εἶναι ἀλλοίας παρὰ τὰς κακίας. Ἔρωτα δ’ εἶναι τὸν μὲν φιλίας, τὸν δὲ συνουσίας, τὸν δὲ ἀμφοῑν· δι’ ὃ καὶ τὸν μὲν σπουδαῖον, τὸν δὲ φαῦλον, τὸν δὲ μέσον.

Τῆς φιλίας δ’ εἶναι διαφορὰς τέσσαρας, ἑταιρικήν, συγγενικήν, ξενικήν, ἐρωτικήν· εἰ δὲ καὶ εὐεργετικὴν καὶ θαυμαστικὴν συγκαταριθμητέον, λόγου δεῖ. Ἀρχὴν δὲ τῆς μὲν ἑταιρικῆς εἶναι τὴν συνήθειαν, τῆς δὲ συγγενικῆς, τὴν φύσιν, τῆς δὲ ξενικῆς τὴν χρείαν, τῆς δὲ ἐρωτικῆς τὸ πάθος, τῆς δὲ εὐεργετικῆς τὴν χάριν, τῆς δὲ θαυμαστικῆς τὴν δύναμιν. Πασῶν δὲ συλλήβδην εἶναι τέλη τρία, τὸ καλόν, τὸ συμφέρον, τὸ ἡδύ. Πάντα γὰρ τὸν ὁπωσοῦν πρὸς φιλίαν ἰόντα, διά τι τούτων ἢ διὰ πάντα τὴν φιλίαν αἱρεῑσθαι. Πρώτην μὲν οὖν, ὡς προέφην, εἶναι τὴν πρὸς ἑαυτὸν φιλίαν, δευτέραν δέ, τὴν πρὸς τοὺς γειναμένους· ἐφεξῆς δέ, τὰς πρὸς τοὺς ἄλλους οἰκείους καὶ ὀθνείους· δι’ ὃ καὶ ἐν μὲν τῇ πρὸς ἑαυτὸν εὐλαβεῖσθαι δεῖ τὴν ὑπερβολήν, ἐν δὲ ταῑς πρὸς τοὺς ἄλλους, τὴν ἔλλειψιν· τὸ μὲν γὰρ φιλαυτίας, τὸ δὲ φειδωλίας ἔχει διαβολήν.

Χάριν δὲ λέγεσθαι τριχῶς, τὴν μὲν ὑπουργίαν ὠφελίμου αὐτοῦ ἐκείνου ἕνεκα, τὴν δ’ ἄμειψιν ὠφελίμου, τὴν δὲ μνήμην ὑπουργίας τοιαύτης. Διὰ τοῦτο δὲ καὶ τάσδε μόνας τρεῑς ὁ βίος κατηυφήμησε. Λέγεσθαι δὲ χάριν καὶ τὴν ἐν ὄψει ἢ ἐν λόγοις, καθ’ ἢν τὸν μὲν εὔχαριν ὀνομάζεσθαι, τὸν δ’ ἐπίχαριν. Βίον δ’ αἱρήσεσθαι τὸν σπουδαῖον τὸν μετ’ ἀρετῆς, εἴτ’ ἐφ’ ἡγεμονίας ποτὲ γένοιτο, τῶν καιρῶν αὐτὸν προαγαγόντων, εἴτε βασιλεῑ δέοι συμβιοῦν, εἴτε καὶ νομοθετεῖν, ἢ ἄλλως πολιτεύεσθαι. Τούτων δὲ μὴ τυγχάνοντα, πρὸς τὸ δημοτικὸν τραπήσεσθαι σχῆμα διαγωγῆς,

ἢ τὸ θεωρητικόν, ἢ μέσον παιδευτικόν. Προαιρήσεσθαι μὲν γὰρ καὶ πράττειν καὶ θεωρεῖν τὰ καλά. Κωλυόμενον δὲ περὶ ἄμφω γίγνεσθαι διὰ καιρούς, θατέρῳ χρήσεσθαι, προτιμῶντα μὲν τὸν θεωρητικὸν βίον, διὰ δὲ τὸ κοινωνικὸν ἐπὶ τὰς πολιτικὰς ὁρμῶντα πράξεις. Δι’ ὃ καὶ γαμήσειν καὶ παιδοποιήσεσθαι καὶ πολιτεύσεσθαι, καὶ ἐρασθήσεσθαι τὸν σώφρονα ἔρωτα, καὶ μεθυσθήσεσθαι κατὰ συμπεριφοράς, κἂν εἰ μὴ προηγουμένως, καὶ καθόλου τὴν ἀρετὴν ἀσκοῦντα καὶ μένειν ἐν τῷ βίῳ, καὶ πάλιν εἰ δέοι ποτὲ δι’ ἀνάγκας ἀπαλλαγήσεσθαι, ταφῆς προνοήσαντα, κατὰ νόμον καὶ τὸ πάτριον ἔθος, καὶ τῶν ἄλλων, ὅσα τοῖς κατοιχομένοις ἐπιτελεῖν ὅσιον. Βίων δὲ τριττὰς ἰδέας εἶναι, πρακτικόν, θεωρητικόν, σύνθετον ἐξ ἀμφοῖν. Τὸν μὲν γὰρ ἀπολαυστικὸν ἢ ἥττονα κατ’ ἄνθρωπον εἶναι, προκρίνεσθαι δὲ τῶν ἄλλων τὸν θεωρητικόν. Πολιτεύεσθαί τε τὸν σπουδαῖον προηγουμένως, μὴ κατὰ περίστασιν· τὸν γὰρ πρακτικὸν βίον τὸν αὐτὸν εἶναι τῷ πολιτικῷ. Βίον δὲ κράτιστον μὲν τὸν κατ’ ἀρετήν, ἐν τοῖς κατὰ φύσιν· δεύτερον δέ, τὸν κατὰ τὴν μέσην ἕξιν, τὰ πλεῖστα καὶ κυριώτατα τῶν κατὰ φύσιν ἔχοντα· τούτους μὲν οὖν αἱρετούς, φευκτέον δὲ τὸν κατὰ κακίαν. Διαφέρειν δὲ τὸν εὐδαίμονα βίον τοῦ καλοῦ, καθ’ ὅσον ὁ μὲν ἐν τοῖς κατὰ φύσιν εἶναι βούλεται διὰ παντός, ὁ δὲ καὶ ἐν τοῖς παρὰ φύσιν· καὶ πρὸς ὃν μὲν οὐκ αὐτάρκης ἡ ἀρετή, πρὸς ὃν δὲ αὐμολοχίας τάρκης. Μέσον δέ τινα βίον εἶναι τὸν κατὰ τὴν μέσην ἕξιν, ἐν ᾧ καὶ τὰ καθήκοντα ἀποδίδοσθαι· τὰ μὲν γὰρ κατορθώματα ἐν τῷ κατ’ ἀρετὴν εἶναι βίῳ, τὰ δ’ ἁμαρτήματα ἐν τῷ κατὰ κακίαν, τὰ δὲ καθήκοντα ἐν τῷ μέσῳ καλουμένῳ βίῳ.