Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐγρηγόρησεν Κύριος καὶ ἐπήγαγεν αὐτὰ ἐφʼ ἡμᾶς, ὅτι δίκαιος Κύριος ὁ θεὸς ἡμῶν ἐπὶ πᾶσαν τὴν ποίησιν αὐτοῦ ἣν ἐποίησεν, καὶ οὐκ εἰσηκούσαμεν τῆς φωνῆς αὐτοῦ.

καὶ νῦν, Κύριε ὁ θεὸς ἡμῶν, ὗς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ [*](4 φυλασσουσι Q 5 ηδικησαμεν ηνομησαμεν] ηνομησαμὲ ησεβησαμεν AQ ηδικησαμεν A ηδικ. ησεβησαμεν Q 7 ενοικουσιν εν] κατοικουσιν A αθεσια] αθετησει A ηθετησαν] + σε κε ?? εν ras A?vid εστιν ημων η δικαιοσυνη και] ημων η δικαι sup ras et in mg Bᵃᵇ om εστιν ημων AQ om ημων η δικαιοσυνη και Q 9 οικτιρμοι Qa απεστημεν] + απο κυ AQ 10 του κυριου θεου] κυ του θῦ AQ | om εν 1⁰ A χερσι Qᵃ 11 ακουσοι] εισακουσοι A επηλθεν] επληθυνθη Q* (επηλθ. Qmᵍ) κατορα] κακια Q* (κατ. Qmg) Μωυσεως] Μωσει A Μωυση Q δουλω A 12 εκριναν Q οια] α A γενομενα] γεγραμμενα AQ*) (γεν. Qmg) 13 τω νομω] om τω AQ Μωυση] Μωση A Μωυσης Qᵃ ᵛⁱᵈ om σου Q 14 Κυριος 1⁰| + ο θς ημων επι την κακιαν AQ om Κυριος 2⁰ A 15 ημω ??* ( (-μων Bᵃᵇ) )

559
καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη· ἡμάρτομεν, § ἠνομήσαμεν.[*](B §Γ)

κύριε, ἐν πάσῃ ἐλεημοσύνῃ σου ἀποστραφήτω δὴ ὁ θυμός σου καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ἰερουσαλήμ, ὄρους ἁγίου σου· ὅτι ἡμάρτομεν, καὶ ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ τῶν πατέρων ἡμῶν Ἰερουσαλὴμ καὶ ὁ λαός σου εἰς ὀνειδισμὸν ἐγένετο ἐν πᾶσιν τοῖς περικυκλῳ ἡμῶν.

καὶ νῦν εἰσάκουσον, κύριε ὁ θεὸς ἡμῶν, τῆς προσευχῆς τοῦ δούλου σου καὶ τῶν δεήσεων αὐτοῦ, καὶ ἐπί φανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον ἕνεκέν σου, κύριε.

κλῖνον, ὁ θεός μου, τὸ οὖς σου καὶ ἄκουσον· ἄνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἴδε τὸν ἀφανισμὸν ἡμῶν καὶ τῆς πόλεώς σου, ἐφʼ ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπʼ αὐτῆς· ὅτι οὐκ ἐπὶ ταῖς δικαιοσύναις ἡμῶν ῥιπτοῦμεν τὸν οἰκτειρμὸν ἡμῶν ἐνώπιόν σου, ἀλλʼ ἐπὶ τοὺς οἰκτειρμούς σου τοὺς πολλούς, κύριε.

εἰσάκουσον, κύριε· ἱλάσθητι, κύριε· πρόσχες, κύριε· μὴ χρονίσῃς ἕνεκέν σου, ὁ θεός μου, ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου.

Καὶ ἔτι ἐμοῦ λαλοῦντος καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῤιπτοῦντος τὸν ἕλεόν μου ἐναντίον τοῦ κυρίου θεοῦ μου περὶ τοῦ ὄρους τοῦ ἁγίου·