Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἔτι ἐμοῦ λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ἀνὴρ Γαβριὴλ ὃν ἴδον ἐν τῇ ὁράσει ἐν τῆ ἀρχῇ πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς.

καὶ συνέτισέν με, καὶ ἐλάλησεν μετ᾿  ἐμοῦ καὶ εἶπεν Δανιὴλ, νῦν ἐξήλθον συμβιβάσαι σε σύνεσιν.

ἐν ἀρχῇ τῆς δεήσεως σου ἐξῆλθεν λόγος, καὶ ἐγὼ ἦλθον τοῦ ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ.

ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν [*](15 ηνομησαμεν] ηδικησαμεν Γ 16 Ιερουσαλημ 1⁰] Ιηλ A om και 2⁰ AQΓ AQ πασι Q 17 κε ο θς ημων εισακουσ?? A om ημων Q* (hab Qmg) δουλου σου] ου σου sup ras et in mg A αυτου] αυτων Γ (του ut vid superscr) ερημον (ε sup ras Aa)]  ερημωθεν Γ ενεκεν] εινεκεν A εκενεν ΓCᵈ 18 ανοιξον] pr και A σου 3⁰] + Ιηλμ A + Ιλημ Γ ριπτουμεν] pr ημεις AQΓfort οικτρμ. bis BᵇQᵃ 1⁰ salt Γ 19 εισακουσον...προσχες κυριε] κε ακουσον· κε ιλασθητι κε προσχες A μη χρονισης] pr κε ποιησον και A pr ποιησον και QΓ ο θεος] κε ο θς A 20 εμου] μου AQΓ εξαγορευοντος] μου A ριπτοντ[ος] Γ του κυριου θεου] om κυριου A κυ του θῦ Q om του Γ ορου Β* (ορους Bᵃᵛel potius ᵇ) αγιου] + του θυ μου AΓ κῦ του θῦ μου Q 21 εμου] μου AQ λαλουντος] +και προσευχομενου A om και 2⁰ A ανηρ] pr ο Q ειδον BᵃᵇQ* (ιδ. Qᵃvid) ορασει] + [μου] Γfort 22 ειπεν] + μοι Γ 23 om σου A λογος] pr ο Q αναγγειλαι σοι] om σοι A* (λαι σοι rescr A¹) επιθυμιων] π rescr A¹ ει συ QΓᵛiᵈ 24 σου] + Iηλ A )

561
τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας [*](B) καὶ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἁγίων.

καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἐξήκοντα δύο· καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεία καὶ τεῖχος. καὶ ἐκκενωθήσονται οἱ καιροί.

καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα¶ οὐκ ἔστιν ἐν αὐτῷ· [*](¶ Γ) καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, ἐκκοπήσονται ἐν κατακλυσμῷ· καὶ ἕως τέλους πολέμου συντετμημένου τάξει ἀφανισμοί.

καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία· καὶ ἐν τῷ ἥμισυ τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδή, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως τῆς συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.