Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ ὡσεὶ χιὼν λευκόν, § καὶ ἡ θρὶξ τῆς κεφαλῆς [*](§ Q) αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον.

ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παριστήκεισαν αὐτῷ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἣνεῴχθησαν.

ἐθεώρουν τότε ἀπὸ φωνῆς τῶν λόγων τῶν μεγάλων ὦν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς [*](3 τεσσαρα Bᵇ : item 6, 17 ανεβαινον AΓ 4 λεαινα] + εχουσα πτερα AQΓ BᵃᵇA αυτη] αυτης A ωσει 2⁰] ως A εξηρθη] εξηγερθη A 5 τρεις πλευραι] τρια πλευρα A 6 θηριον ετερον A om και 2⁰ Bbvid αυτη 2⁰] αυτω A 7 περισσως 1⁰] + παρα παντα τα θηρια τα εμπροσθεν αυτου και κερατα δεκα αυτω (και κερατα sup ras Aᵃ?) A om και 4⁰ A σιδηροι] +μεγα- ) λοι AΓ κερατα δεκα] δεκα κερατα A ?? κερατα] pr των ??* (non inst Bᵇ) εξερριζωθη Bᵃᵇ 10 πυρος] εκπορευομενος A ειλκεν] +εκπο- ρευομενος Γ ελιτουρ (sic) ??* (ελειτουργουν Bᵃᵇ) ελειτουρ (sic) Q* (+ γουν Q¹ᵐᵍ) παρειστηκεισαν BᵃᵇQᵃ αυτω 2⁰] [εμπρο]σθε[ν αυ]του Γ 11 των μεγαλων] ων ελαλει A | ανηρεθη το θηριον] το θηριο εκεινο ανηρ. A)

549
καῦσιν πυρός.

καὶ τῶν λοιπῶν θηρίων ἡ ἀρχὴ μετεστάθη, καὶ [*](B) μακρότης ζωῆς ἐδόθη αὐτοῖς ἕως καιροῦ καὶ καιροῦ.

ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσήχθη αὐτῷ.

καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, καὶ γλῶσσαι δουλεύουσιν αὐτῷ· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ ἐβασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.

Ἓφριξεν τὸ πνεῦμά μου ἐν τῇ ἕξει μου, ἐγὼ Δανιὴλ, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάρασσόν με.

καὶ προσῆλθον ἑνὶ τῶν ἑστηκότων, καὶ τὴν ἀκρίβειαν ἐζήτουν παρʼ αὐτοῦ περὶ πάντων τούτων· καὶ εἶπέν μοι τὴν ἀκρίβειαν, καὶ τὴν σύνκρισιν τῶν λόγων ἐγνώρισέν μοι