Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

§¹ Ἐν ἔτει τρίτῳ Βαλτασὰρ βασιλέως Χαλδαίων Δανιὴλ ἐνύπνιον [*](§ Γ) ἴδεν, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐνύπνιον αὐτοῦ ἔγραψεν.

Ἐγὼ Δανιὴλ ἐθεώρυυν, καὶ ἰδοὺ οἱ [*](18 εισηνεγκαν] εισηνεχθη A ο υπνος] + αυτου A απεστη] εγενετο A AΓ 20 λακκω] +τω Δανιηλ A ισχυρα] μεγαλη A om συ A ηδυνηθη] εδυνασθη A 22 κατεναντι] κατεναντιον A ηυρεθη μοι] ευρεθη εν εμοι A 23 om εν 2⁰ A 24 ηγαγο A ενεβληθησον] εβληθησαν A ουτων 1⁰] ων sup ras Bᵃᵇ 25 Δαριος ??* A ο βασιλευς Δαριος A πασιν A 26 τουτο] του A om εστιν A κυρεια Ba κυριεια A 28 κατηυθυνεν A Δαριου BA subscr ορασις ςʼ A VII 1 superscr ορασις η΄  A superscr ??ο ορασις .. ?? Γ | τριτω] πρωτω BᵃᵇA ειδεν Bᵃᵇ ειδε[ν? |] Γ ορασις A om αυτου 3⁰ AΓ 2 Δανιηλ] +εν ορα[ματι] της νυ[κτος] Γᵛⁱᵈ εθεωρουν] + εν οραματι της νυκτος A ιδον Γ sΕΡΓ. III.)

547
τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν [*](B) μεγάλην.

καὶ τέσσερα θηρία μεγάλα ἀνέβαινεν ἐκ τῆς θαλάσσης, διαφέροντα ἀλλήλων.

τὸ πρῶτον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ.

καὶ ἰδοὺ θηρίον δεύτερον ὃμοιον ἂρκῳ, καὶ εἰς μέρος ἐν ἐστάθη, καὶ τρεῖς πλευραὶ ἐν τῷ στόματι αὐτης ἀνὰ μέσον τῶν ὀδόντων αὐτῆς· καὶ οὕτως ἔλεγον αὐτῇ Ἀνάστηθι, φάγε σάρκας πολλάς.

ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσερα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τῷ θηρίῳ, καὶ ἐξουσία ἐδόθη αὐτῇ.

ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ θηρίον τέταρτον φοβερὸν καὶ ἔκθαμβον καὶ ἰσχυρὸν περισσῶς, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον καὶ λεπτῦνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει, καὶ αὐτὸ διάφορον περισσῶς παρὰ πάντα τὰ θηρία τὰ ἔμπροσθεν αὐτοῦ· καὶ κέρατα δέκα αὐτῷ.

προσενόουν τοῖς κέρασιν αὐτοῦ, καὶ ἰδοὺ κέρας ἕτερον μικρὸν ἀνέβη ἐν μέσῳ αὐτῶν, καὶ τρία κέρατα τῶν ἔμπροσθεν αὐτοῦ ἐξεριζώθη ἀπὸ προσώπου αὐτοῦ· καὶ ἰδοὺ ὀφθαλμοὶ ὡσεὶ ὀφθαλμοὶ ἀνθρώπου ἐν τῷ κέρατι τούτῳ καὶ στόμα λαλοῦν μεγάλα.