Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

αὐτῷ τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπʼ ἐμέ, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον· καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπʼ ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι.

υῦυ οὖν ἐγὼ Ναβουχοδονοσὸρ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανία δύναται ταπεινῶσαι.

[*](29 εαν] αν 30 συνετελεσθη ο λογος Q Ναβουχοδονοσορ] + τον AQ βασιλεα A βους] βου A* (superscr ς Aᵃ?) βουν Q (βους Qa) εως] + ου AQ ως 3⁰] ωσει Q 31 επεστοαφησαν επ εμε Q ηυλογησα AQ τον αιωνα τους αιωνας AQ 32 ουδεν] ουδε A (in fin lin) ουθεν Q αντιποιησεται] αντισ τησεται Q 33 μεγαλωσυνη (-λοσ. B* -λωσ. Bᵇ)] μεγαλωσυνην A προσετεθη μοι] μοι εδοθη Q 34 υπερυψω] υψω Q κρισις AQ | υπερη- ηφανεια Q* (- νια Qa) subscr ορασις ε΄ A )
535

Bαλτασὰρ ὁ βασιλεὺς ἐποίησεν δεῖπνον μέγα τοῖς μεγιστᾶσιν [*](B) αὐτοῦ χιλίοις, καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος.

καὶ πίνων (2)Βαλτασὰρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου αὐτοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν Ναβουχοδονοσὸρ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἰερουσαλήμ, καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ.

καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἄ ἐξήνεγκεν ἐκ τοῦ ναοῦ τοῦ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ, καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς καὶ οἵ μεγιστᾶνες αὐτοῦ καὶ αἱ παλλακαὶ αὐτοῦ καὶ αἱ παράκοιτοι αὐτοῦ·

ἔπινον οἶνον, καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς καὶ χαλκοῦς καὶ σιδηροῦς καὶ ξυλίνους καὶ λιθίνους.

ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου καὶ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς [*](V 1 superscr ορασις ς΄ AQ Βαρτασαρ A εποιησε A fort om μεγα AQ AQ* (hab Qmᵍ) χιλιοις] pr ανδρασιν -( σι Q) AQ 2 om και 1⁰ Q ειπεν εν τη γευσει του οινου αυτου] ειπεν εν τη γ. τ. οινου A εν τη γ. τ. οινου ειπεν Q ενεγκειν] του εν. A του εξενεγκειν Q 3 om Q* (hab Q*mg exc αυτου 3⁰) ηνεχθησαν] ηχθησαν A om του θεου AQmg αι παρακοιτοι αυτου και αι παλλακαι αυτου A om αυτου 3⁰ Qmg 4 τους θεους] ο 1⁰ sup ras Aᵃ? λιθινους] +και τον θν του αιωνος ουκ ευλογησαν (ηυλ. A) τον εχοντα την (om A) εξουσιαν του πνς ουτων (αυτου A) Bᵃᵇᵐᵍinf A 5 om και 2⁰ BᵃᵇAQ οικου] pr του AQ )

537
χειρὸς τῆς γραφούσης.

τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ [*](B) οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν, καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο.

καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύι τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, γαζαρηνούς, καὶ εἶπεν τοῖς σοφοῖς Βαβυλῶνος Ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην καὶ τὴν σύγκρισιν γναορίσῃ μοι, πορφύραν ἐνδύσεται, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει.

καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως, καὶ οὐκ ἡδύναντο τὴν γραφὴν ἀναγνῶναι οὐδὲ τὴν σύγκρίσιν γνωρίσαι τῷ βασιλεῖ

καὶ ὁ βασιλεὺς Βαλτασὰρ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐν αὐτῷ, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο.