Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

εἰκὼν ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ,

αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος τι σιδηροῦν καὶ μέρος ὀστράκινον.

ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν εἰς τέλος.

τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρα- [*](24 τω βασιλει] του βασιλέως Bᵃᵇ 25 τω βασιλει αναγγελει] ερει τω AQ βασ. Q 26 Βαλτασαρ] Βαρτασαρ A om ο ιδον A ειδον Bᵃb 27 Δανιηλ] + και ειπεν Q και λεγει] και ειπεν Bᵃᵇ AQmg om Q* | ερωτα] επερωτα AQ εστι Qᵃ 28 om η A θεος] pr ο A 29 βασιλευ] συ βασιλευ εθεωρεις A ανεβησαν επι της κοιτης σου Q 30 om δε A | om τουτο A τω βασ. γνωρισαι AQ διαλογισμου (sic) A 31 om η εικων εκεινη Q* (hab Q mᵍ) προσοψις] οψ εις A αυτης 1⁰] της εικονος εκεινης Q* (αυτης Q mᵍ) 32 εικων] pr η A χρηστου] καθαρου Bᵃᵐᵍ non nist b) A 33 αι κνημαι] pr και Q* (improb Q?) μερος 1⁰] + μεν AQ και μερος] μερος δε τι A κααι μερος τι Q (τι Q mg) 34 εως] + ου A απεσχ·σθη] ετμηθη AQ εξ] απο Q | ελεπτυνεν] +αυτους BᵃᵇAQᵐᵍ)

509
κον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χυυσός, καὶ ἐγένετο ὡσεὶ [*](B) κονιορτὸς ἀπὸ ἄλωνος θερινῆς· καὶ ἐξῆρεν τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενἤθη ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν.

τοῦτό ἐστιν τὸ ἐνύπνιον· καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως.

σύ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν

ἐν παντὶ τόπῳ ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησεν κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.

καὶ ὀπίσω σου ἀναστήσεται ἑτέρα βασιλεία ἥττων σου, καὶ βασιλεία τρίτη ἥτις ἐστὶν ὁ χαλκός, ἡ κυριεύσει πάσης τῆς γῆς·

καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει.