Daniel (Theodotionis versio)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἐν ἔτει τρίτῳ Κύρου βασιλέως Περσῶν λόγος ἀπεκαλύφθη τῷ Δανιὴλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτασάρ· καὶ ἀληθινὸς ὁ λόγος, καὶ δὺναμις μεγάλη καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν τῇ ὀπτασίᾳ.

ἐν ταῖς ἡμέραις ἐκείναις ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν·

ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν εἰς τὸ στομα μου, καὶ ἄλιμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν.

ἐν ἡμέρᾳ εἰκοστῇ καὶ τετάρτῃ τοῦ μηνὸς τοῦ [*](24 αγιαν] + σου A συντελεσθηναι] συντελεσαι A σφραγισαι 1⁰] + ορα AQΓ σιν A αδικιας 1⁰] ανομιας AQ του χρισαι] το χρ. Q* (superscr υ Qᵃ) 25 χριστου] ξρυ ??* χυ Bᵇ δυο] + ε (seq spat ad fin lin) A τειχος] περι- τειχος A 26 εξολεθρευθ. AQΓ και την πολιν] την δε π. Q εκκοπησονται] pr και AQ συ τετετμημενου (sic) A αφανισμοις BᵃᵇAQ 27 ημισει Q εβδομαδος] καταπαυσει θυσιαστηρια (-ριον A) και θυσιας (-σιαν A) και εως (om εως Q) πτερυγιου απο αφανισμου και εως συντελειας (- λιας Q*) και σπουδης ταξει επι αφανισμω (-σμου A) και δυναμωσει διαθηκην πολλοις εβδομας μια και εν τω ημισει (-σι Bᵃ -συ A) της εβδομαδος Bᵃᵇᵐᵍ AQ* (improb Q?) om μου Q το ιερον] τον ιερ. A ερημωσεων] + εσται A | της συντελειας (- λιας Q* )] om της AQ) συντελεια] συντελια Q* (- λεια Qᵃ) subscr ορασις ι΄ A X 1 superscr ορασις ια΄ AQ 2 εβδομας ??* (-μαθας Bᵃ(fort)b 3 τομα Q* (στομα Qa) αλειμμα Bᵃb )

563
πρώτου, καὶ ἐγὼ ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, αὐτός [*](B) ἐστιν Τίγρις Ἐδδέκελ.

καὶ ἦρα τοὺς ὀφθαλμούς μου καὶ ἴδον, καὶ ἰδοὺ ἀνὴρ εἶς ἐνδεδυμένος βαδδείν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη ἐν χρυσίῳ Ὠφάζ,

καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ θαρσείς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλ κοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου.

καὶ ἴδον ἐγὼ Δανιὴλ μονος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μετ᾿  ἐμοῦ οὐκ ἴδον τὴν ὀπτασίαν, ἀλλʼ ἡ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπʼ αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. 8 καὶ ἐγὼ μόνος ὑπελείφθην καὶ ἴδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καὶ ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος.